Μετάβαση στο περιεχόμενο

Τα εις εαυτόν/8

Από Βικιθήκη
(Ανακατεύθυνση από Τα εις εαυτον/8)
Τὰ εἰς ἑαυτόν
Συγγραφέας:
8



  1. Καὶ τοῦτο πρὸς τὸ ἀκενόδοξον φέρει, ὅτι οὐκέτι δύνασαι τὸνβίον ὅλον ἢ τόν γε ἀπὸ νεότητος φιλόσοφον βεβιωκέναι, ἀλλὰπολλοῖς τε ἄλλοις καὶ αὐτὸς ἑαυτῷ δῆλος γέγονας πόῤῥωφιλοσοφίας ὤν. πέφυρσαι οὖν, ὥστε τὴν μὲν δόξαν τὴν τοῦφιλοσόφου κτήσασθαι οὐκέτι σοι ῥᾴδιον˙ ἀνταγωνίζεται δὲ καὶἡ ὑπόθεσις. εἴπερ οὖν ἀληθῶς ἑώρακας ποῦ κεῖται τὸ πρᾶγμα,τὸ μὲν τί δόξεις ἄφες, ἀρκέσθητι δέ, εἰ κἂν τὸ λοιπὸν τοῦ βίουὅσον δήποτε, ‹ᾗ› ἡ [σὴ] φύσις σοῦ θέλει, βιώσῃ. κατανόησονοὖν τί θέλει, καὶ ἄλλο μηδέν σε περισπάτω˙ πεπείρασαι γὰρ περὶπόσα πλανηθεὶς οὐδαμοῦ εǷρες τὸ εὖ ζῆν, οὐκ ἐν συλλογισμοῖς,οὐκ ἐν πλούτῳ, οὐκ ἐν δόξῃ, οὐκ ἐν ἀπολαύσει, οὐδαμοῦ. ποῦοὖν ἐστιν; ἐν τῷ ποιεῖν ἃ ἐπιζητεῖ ἡ τοῦ ἀνθρώπου φύσις. πῶςοὖν ταῦτα ποιήσει; ἐὰν δόγματα ἔχῃ ἀφ ὧν αἱ ὁρμαὶ καὶ αἱπράξεις. τίνα δόγματα; τὰ περὶ ἀγαθῶν καὶ κακῶν, ὡς οὐδενὸςμὲν ἀγαθοῦ ὄντος ἀνθρώπῳ ὃ οὐχὶ ποιεῖ δίκαιον, σώφρονα,ἀνδρεῖον, ἐλεύθερον, οὐδενὸς δὲ κακοῦ ὃ οὐχὶ ποιεῖ τἀναντίατοῖς εἰρημένοις.
  2. Καθ ἑκάστην πρᾶξιν ἐρώτα σεαυτόν˙ πῶς μοι αὕτη ἔχει; μὴμετανοήσω ἐπ αὐτῇ; μικρὸν καὶ τέθνηκα καὶ πάντ ἐκ μέσου˙ τίπλέον ἐπιζητῶ, εἰ τὸ παρὸν ἔργον ζῴου νοεροῦ καὶ κοινωνικοῦκαὶ ἰσονόμου θεῷ;
  3. Ἀλέξανδρος [δὲ] καὶ Γάιος καὶ Πομπήιος τί πρὸς Διογένη καὶἩράκλειτον καὶ Σωκράτην; οἱ μὲν γὰρ εἶδον τὰ πράγματα καὶτὰς αἰτίας καὶ τὰς ὕλας, καὶ τὰ ἡγεμονικὰ ἦν αὐτῶν αὐτά‹ρκη›,ἐκεί‹νων› δὲ ὅσων πρόνοια καὶ δουλεία πόσων.
  4. Ὅτι οὐδὲν ἧττον τὰ αὐτὰ ποιήσουσι, κἂν σὺ διαῤῥαγῇς.
  5. Τὸ πρῶτον μὴ ταράσσου˙ πάντα γὰρ κατὰ τὴν τοῦ ὅλου φύσιν,καὶ ὀλίγου χρόνου οὐδεὶς οὐδαμοῦ ἔσῃ, ὥσπερ οὐδὲ Ἁδριανὸςοὐδὲ Αὔγουστος. ἔπειτα ἀτενίσας εἰς τὸ πρᾶγμα ἴδε αὐτὸ καὶσυμμνημονεύσας ὅτι ἀγαθόν σε ἄνθρωπον εἶναι δεῖ καὶ τί τοῦἀνθρώπου ἡ φύσις ἀπαιτεῖ, πρᾶξον τοῦτο ἀμεταστρεπτὶ καὶ εἰπέ,ὡς δικαιότατον φαίνεταί σοι˙ μόνον εὐμενῶς καὶ αἰδημόνως καὶἀνυποκρίτως.
  6. Ἡ τῶν ὅλων φύσις τοῦτο ἔργον ἔχει, τὰ ὧδε ὄντα ἐκεῖμετατιθέναι, μεταβάλλειν, αἴρειν ἔνθεν καὶ ἐκεῖ φέρειν. πάντατροπαί˙ ἀλλὰ ἴσαι καὶ αἱ ἀπονεμήσεις. πάντα συνήθη˙ οὐχ ὥστεφοβηθῆναι, μή τι καινόν.
  7. Ἀρκεῖται πᾶσα φύσις ἑαυτῇ εὐοδούσῃ, φύσις δὲ λογικὴ εὐοδεῖἐν μὲν φαντασίαις μήτε ψευδεῖ μήτε ἀδήλῳ συγκατατιθεμένη,τὰς ὁρμὰς δὲ ἐπὶ τὰ κοινωνικὰ ἔργα μόνα ἀπευθύνουσα, τὰςὀρέξεις δὲ καὶ τὰς ἐκκλίσεις τῶν ἐφ ἡμῖν μόνων περιποιουμένη,τὸ δὲ ὑπὸ τῆς κοινῆς φύσεως ἀπονεμόμενον πᾶν ἀσπαζομένη˙μέρος γὰρ αὐτῆς ἐστιν ὡς ἡ τοῦ φύλλου φύσις τῆς τοῦ φυτοῦφύσεως˙ πλὴν ὅτι ἐκεῖ μὲν ἡ τοῦ φύλλου φύσις μέρος ἐστὶ φύσεωςκαὶ ἀναισθήτου καὶ ἀλόγου καὶ ἐμποδίζεσθαι δυναμένης, ἡ δὲτοῦ ἀνθρώπου φύσις μέρος ἐστὶν ἀνεμποδίστου φύσεως καὶνοερᾶς καὶ δικαίας, εἴγε ἴσους καὶ κατ ἀξίαν τοὺς μερισμοὺςχρόνων, οὐσίας, αἰτίου, ἐνεργείας, συμβάσεως ἑκάστοις ποιεῖται.σκόπει δέ, μὴ εἰ τὸ ‹ἓν› πρὸς τὸ ἓν ἴσον εὑρήσεις ἐπὶ παντός,ἀλλὰ εἰ συλλήβδην τὰ πάντα τοῦδε πρὸς ἀθρόα τὰ τοῦ ἑτέρου.
  8. Ἀναγινώσκειν οὐκ ἔξεστιν. ἀλλὰ ὕβριν ἀνείργειν ἔξεστιν˙ ἀλλὰἡδονῶν καὶ πόνων καθυπερτερεῖν ἔξεστιν˙ ἀλλὰ τοῦ δοξαρίουὑπεράνω εἶναι ἔξεστιν˙ ἀλλὰ ἀναισθήτοις καὶ ἀχαρίστοις μὴθυμοῦσθαι, προσέτι κήδεσθαι αὐτῶν ἔξεστιν.
  9. Μηκέτι σου μηδεὶς ἀκούσῃ καταμεμφομένου τὸν ἐν αὐλῇ βίονμηδὲ σὺ σεαυτοῦ.
  10. Ἡ μετάνοιά ἐστιν ἐπίληψίς τις ἑαυτοῦ ὡς χρήσιμόν τι παρεικότος˙τὸ δὲ ἀγαθὸν χρήσιμόν τι δεῖ εἶναι καὶ ἐπιμελητέον αὐτοῦτῷ καλῷ καὶ ἀγαθῷ ἀνδρί˙ οὐδεὶς δ ἂν καλὸς καὶ ἀγαθὸς ἀνὴρμετανοήσειεν ἐπὶ τῷ ἡδονήν τινα παρεικέναι˙ οὔτε ἄρα χρήσιμονοὔτε ἀγαθὸν ἡδονή.
  11. Τοῦτο τί ἐστιν αὐτὸ καθ αὑτὸ τῇ ἰδίᾳ κατασκευῇ, τί μὲν τὸοὐσιῶδες αὐτοῦ καὶ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες, τί δὲ ποιεῖ ἐν τῷκόσμῳ, πόσον δὲ χρόνον ὑφίσταται;
  12. Ὅταν ἐξ ὕπνου δυσχερῶς ἐγείρῃ, ἀναμιμνῄσκου ὅτι κατὰ τὴνκατασκευήν σου ἐστὶ καὶ κατὰ τὴν ἀνθρωπικὴν φύσιν τὸ πράξειςκοινωνικὰς ἀποδιδόναι, τὸ δὲ καθεύδειν κοινὸν καὶ τῶν ἀλόγωνζῴων˙ ὃ δὲ κατὰ φύσιν ἑκάστῳ, τοῦτο οἰκειότερον καὶπροσφυέστερον καὶ δὴ καὶ προσηνέστερον.
  13. Διηνεκῶς καὶ ἐπὶ πάσης, εἰ οἷόν τε, φαντασίας φυσιολογεῖν,παθολογεῖν, διαλεκτικεύεσθαι.
  14. Ὣι ἂν ἐντυγχάνῃς, εὐθὺς ἑαυτῷ πρόλεγε˙ οǷτος τίνα δόγματαἔχει περὶ ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ περὶ ἡδονῆς καὶ πόνου καὶτῶν ποιητικῶν ἑκατέρου καὶ περὶ δόξης, ἀδοξίας, θανάτου, ζωῆς,τοιάδε τινὰ δόγματα ἔχει, οὐδὲν θαυμαστὸν ἢ ξένον μοι δόξει,ἐὰν τάδε τινὰ ποιῇ, καὶ μεμνήσομαι ὅτι ἀναγκάζεται οὕτως ποιεῖν.
  15. Μέμνησο ὅτι, ὥσπερ αἰσχρόν ἐστι ξενίζεσθαι, εἰ ἡ συκῆ σῦκαφέρει, οὕτως, εἰ ὁ κόσμος τάδε τινὰ φέρει ὧν ἐστι φορός˙ καὶἰατρῷ δὲ καὶ κυβερνήτῃ αἰσχρὸν ξενίζεσθαι, εἰ πεπύρεχεν οǷτοςἢ εἰ ἀντίπνοια γέγονεν.
  16. Μέμνησο ὅτι καὶ τὸ μετατίθεσθαι καὶ ἕπεσθαι τῷ διορθοῦντιὁμοίως ἐλεύθερόν ἐστι˙ σὴ γὰρ ἐνέργεια, κατὰ τὴν σὴν ὁρμὴνκαὶ κρίσιν καὶ δὴ καὶ κατὰ νοῦν τὸν σὸν περαινομένη.
  17. Εἰ μὲν ἐπὶ σοί, τί αὐτὸ ποιεῖς; εἰ δὲ ἐπ ἄλλῳ, τίνι μέμφῃ; ταῖς ἀτόμοις ἢ τοῖς θεοῖς; ἀμφότερα μανιώδη. οὐδενὶ μεμπτέον. εἰμὲν γὰρ δύνασαι, διόρθωσον˙ εἰ δὲ τοῦτο μὴ δύνασαι, τό γε πρᾶγμααὐτό˙ εἰ δὲ μηδὲ τοῦτο, πρὸς τί ἔτι σοι φέρει τὸ μέμψασθαι; εἰκῇγὰρ οὐδὲν ποιητέον.
  18. Ἔξω τοῦ κόσμου τὸ ἀποθανὸν οὐ πίπτει. εἰ ὧδε μένει καὶμεταβάλλει, ὧδε καὶ διαλύεται εἰς τὰ ‹ἀ›ίδια, ἃ στοιχεῖά ἐστιτοῦ κόσμου καὶ σά. καὶ αὐτὰ δὲ μεταβάλλει καὶ οὐ γογγύζει.
  19. Ἕκαστον πρός τι γέγονεν, ἵππος, ἄμπελος. τί θαυμάζεις; καὶ ὁἭλιος ἐρεῖ˙ πρός τι ἔργον γέγονα, καὶ οἱ λοιποὶ θεοί. σὺ οὖνπρὸς τί; τὸ ἥδεσθαι; ἴδε εἰ ἀνέχεται ἡ ἔννοια.
  20. Ἡ φύσις ἐστόχασται ἑκάστου οὐδέν τι ἔλασσον τῆς ἀπολήξεωςἢ τῆς ἀρχῆς τε καὶ διεξαγωγῆς, ὡς ὁ ἀναβάλλων τὴν σφαῖραν˙ τίοὖν ἀγαθὸν τῷ σφαιρίῳ ἀναφερομένῳ ἢ κακὸν καταφερομένῳ ἢκαὶ πεπτωκότι; τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸνδιαλυθείσῃ; τὰ ὅμοια δὲ καὶ ἐπὶ λύχνου.
  21. Ἔκστρεψον καὶ θέασαι οἷόν ἐστι, γηρᾶσαν δὲ οἷον γίνεται,νοσῆσαν δέ, † πορνεῦσαν. Βραχύβιον καὶ ὁ ἐπαινῶν καὶ ὁἐπαινούμενος καὶ ὁ μνημονεύων καὶ ὁ μνημονευόμενος. προσέτιδὲ καὶ ἐν γωνίᾳ τούτου τοῦ κλίματος καὶ οὐδὲ ἐνταῦθα πάντεςσυμφωνοῦσι καὶ οὐδὲ αὐτός τις ἑαυτῷ˙ καὶ ὅλη δὲ ἡ γῆ στιγμή.
  22. Πρόσεχε τῷ ὑποκειμένῳ ἢ τῇ ἐνεργείᾳ ἢ τῷ δόγματι ἢ τῷσημαινομένῳ. Δικαίως ταῦτα πάσχεις˙ μᾶλλον δὴ θέλεις ἀγαθὸςαὔριον γενέσθαι ἢ σήμερον εἶναι.
  23. Πράσσω τι; πράσσω ἐπ ἀνθρώπων εὐποιίαν ἀναφέρων.συμβαίνει τί μοι; δέχομαι ἐπὶ τοὺς θεοὺς ἀναφέρων καὶ τὴνπάντων πηγήν, ἀφ ἧς πάντα τὰ γινόμενα συμμηρύεται.
  24. Ὁποῖόν σοι φαίνεται τὸ λούεσθαι, - ἔλαιον, ἱδρώς, ῥύπος,ὕδωρ γλοιῶδες, πάντα σικχαντά, - τοιοῦτον πᾶν μέρος τοῦ βίουκαὶ πᾶν ὑποκείμενον.
  25. Λούκιλλα Οὐῆρον, εἶτα Λούκιλλα˙ Σέκουνδα Μάξιμον, εἶταΣέκουνδα˙ Ἐπιτύγχανος Διότιμον, εἶτα Ἐπιτύγχανος˙ ΦαυστῖνανἈντωνῖνος, εἶτα Ἀντωνῖνος. τοιαῦτα πάντα˙ Κέλερ Ἁδριανόν,εἶτα Κέλερ. οἱ δὲ δριμεῖς ἐκεῖνοι ἢ προγνωστικοὶ ἢ τετυφωμένοιποῦ; οἷον, δριμεῖς μὲν Χάραξ καὶ Δημήτριος [ὁ Πλατωνικὸς] καὶΕὐδαίμων καὶ εἴ τις τοιοῦτος. πάντα ἐφήμερα, τεθνηκότα πάλαι˙ἔνιοι μὲν οὐδὲ ἐπ ὀλίγον μνημονευθέντες, οἱ δὲ εἰς μύθουςμεταβαλόντες, οἱ δὲ ἤδη καὶ ἐκ μύθων ἐξίτηλοι. τούτων οὖνμεμνῆσθαι, ὅτι δεήσει ἤτοι σκεδασθῆναι τὸ συγκριμάτιόν σου ἢσβεσθῆναι τὸ πνευμάτιον ἢ μεταστῆναι καὶ ἀλλαχοῦ καταταχθῆναι.
  26. Εὐφροσύνη ἀνθρώπου ποιεῖν τὰ ἴδια ἀνθρώπου, ἴδιον δὲἀνθρώπου εὔνοια πρὸς τὸ ὁμόφυλον, ὑπερόρασις τῶν αἰσθητικῶνκινήσεων, διάκρισις τῶν πιθανῶν φαντασιῶν, ἐπιθεώρησις τῆςτῶν ὅλων φύσεως καὶ τῶν κατ αὐτὴν γινομένων.
  27. Τρεῖς σχέσεις˙ ἡ μὲν πρὸς [τὸ αἴτιον] τὸ περικείμενον, ἡ δὲπρὸς τὴν θείαν αἰτίαν, ἀφ ἧς συμβαίνει πᾶσι πάντα, ἡ δὲ πρὸςτοὺς συμβιοῦντας.
  28. Ὁ πόνος ἤτοι τῷ σώματι κακόν˙ οὐκοῦν ἀποφαινέσθω˙ ἢ τῇψυχῇ˙ ἀλλ ἔξεστιν αὐτῇ τὴν ἰδίαν αἰθρίαν καὶ γαλήνην διαφυλάσσεινκαὶ μὴ ὑπολαμβάνειν ὅτι κακόν. πᾶσα γὰρ κρίσις καὶὁρμὴ καὶ ὄρεξις καὶ ἔκκλισις ἔνδον καὶ οὐδὲν κακὸν ὧδε ἀναβαίνει.
  29. Ἐξάλειφε τὰς φαντασίας συνεχῶς ἑαυτῷ λέγων˙ νῦν ἐπ ἐμοίἐστιν ἵνα ἐν ταύτῃ τῇ ψυχῇ μηδεμία πονηρία ᾖ μηδὲ ἐπιθυμίαμηδὲ ὅλως ταραχή τις, ἀλλὰ βλέπων πάντα ὁποῖά ἐστι χρῶμαιἑκάστῳ κατ ἀξίαν. μέμνησο ταύτης τῆς ἐξουσίας κατὰ φύσιν.
  30. Λαλεῖν καὶ ἐν συγκλήτῳ καὶ πρὸς πάνθ ὁντινοῦν κοσμίως, μὴπεριτράνως˙ ὑγιεῖ λόγῳ χρῆσθαι.
  31. Αὐλὴ Αὐγούστου, γυνή, θυγάτηρ, ἔγγονοι, πρόγονοι, ἀδελφή,Ἀγρίππας, συγγενεῖς, οἰκεῖοι, φίλοι, Ἄρειος, Μαικήνας, ἰατροί,θύται˙ ὅλης αὐλῆς θάνατος. εἶτα ἔπιθι τὰς ἄλλας .. μὴ καθἑνὸς ἀνθρώπου θάνατον, οἷον Πομπηίων. κἀκεῖνο δὲ τὸἐπιγραφόμενον τοῖς μνήμασιν˙ ἔσχατος τοῦ ἰδίου γένους.ἐπιλογίζεσθαι πόσα ἐσπάσθησαν οἱ πρὸ αὐτῶν, ἵνα διάδοχόντινα καταλίπωσιν, εἶτα ἀνάγκη ἔσχατόν τινα γενέσθαι˙ πάλινὧδε ὅλου γένους θάνατον.
  32. Συντιθέναι δεῖ τὸν βίον κατὰ μίαν πρᾶξιν καὶ εἰ ἑκάστη τὸἑαυτῆς ἀπέχει ὡς οἷόν τε, ἀρκεῖσθαι˙ ἵνα δὲ τὸ ἑαυτῆς ἀπέχῃ,οὐδὲ εἷς σε κωλῦσαι δύναται˙ “ἀλλ ‹ἐν›στήσεταί τι ἔξωθεν˙” οὐδὲνεἴς γε τὸ δικαίως καὶ σωφρόνως καὶ εὐλογίστως˙ “ἄλλο δέ τι ἴσωςἐνεργητικὸν κωλυθήσεται˙” ἀλλὰ τῇ πρὸς αὐτὸ τὸ κώλυμαεὐαρεστήσει καὶ τῇ ἐπὶ τὸ διδόμενον εὐγνώμονι μεταβάσει εὐθὺςἄλλη πρᾶξις ἀντικαθίσταται ἐναρμόσουσα εἰς τὴν σύνθεσιν,περὶ ἧς ὁ λόγος.
  33. Ἀτύφως μὲν λαβεῖν, εὐλύτως δὲ ἀφεῖναι.
  34. Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην,χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην˙τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ ἑαυτῷ, ὁ μὴ θέλων τὸ συμβαῖνονκαὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων. ἀπέῤῥιψαίπού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως˙ ἐπεφύκεις γὰρ μέρος˙ νῦνδὲ σεαυτὸν ἀπέκοψας. ἀλλ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοιπάλιν ἑνῶσαι σεαυτόν. τοῦτο ἄλλῳ μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν,χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, ἀλλὰ σκέψαι τὴνχρηστότητα ᾗ τετίμηκε τὸν ἄνθρωπον˙ καὶ γὰρ ἵνα τὴν ἀρχὴνμὴ ἀποῤῥαγῇ ἀπὸ τοῦ ὅλου ἐπ αὐτῷ ἐποίησε, καὶ ἀποῤῥαγέντιπάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξινἀπολαβεῖν [ἐποίησεν].
  35. Ὥσπερ τὰς ἄλλας δυνάμεις ἑκάστῳ τῶν λογικῶν † σχεδὸνὅσον ἡ τῶν ὅλων φύσις, οὕτως καὶ ταύτην παῤ αὐτῆς εἰλήφαμεν.ὃν τρόπον γὰρ ἐκείνη πᾶν τὸ ἐνιστάμενον καὶ ἀντιβαῖνονἐπιπεριτρέπει καὶ κατατάσσει εἰς τὴν εἱμαρμένην καὶ μέρος ἑαυτῆςποιεῖ, οὕτως καὶ τὸ λογικὸν ζῷον δύναται πᾶν κώλυμα ὕληνἑαυτοῦ ποιεῖν καὶ χρῆσθαι αὐτῷ, ἐφ οἷον ἂν καὶ ὥρμησεν.
  36. Μή σε συγχείτω ἡ τοῦ ὅλου βίου φαντασία, μὴ συμπερινόειἐπίπονα οἷα καὶ ὅσα πιθανὸν ἐπιγεγενῆσθαι ‹καὶ ἐπιγενήσεσθαι›ἀλλὰ καθ ἕκαστον τῶν παρόντων ἐπερώτα σεαυτόν˙ τί τοῦ ἔργουτὸ ἀφόρητον καὶ ἀνύποιστον; αἰσχυνθήσῃ γὰρ ὁμολογῆσαι.ἔπειτα ἀναμίμνῃσκε σεαυτὸν ὅτι οὔτε τὸ μέλλον οὔτε τὸ παρῳχηκὸς βαρεῖ σε, ἀλλ ἀεὶ τὸ παρόν, τοῦτο δὲ κατασμικρύνεται,ἐὰν αὐτὸ μόνον περιορίσῃς καὶ ἀπελέγχῃς τὴν διάνοιαν, εἰ πρὸςτοῦτο ψιλὸν ἀντέχειν μὴ δύναται.
  37. Μήτι νῦν παρακάθηται τῇ [τοῦ] Οὐήρου σορῷ Πάνθεια ἢΠέργαμος; τί δέ, τῇ Ἁδριανοῦ Χαβρίας ἢ Διότιμος; γελοῖον. τίδέ, εἰ παρεκάθηντο, ἔμελλον αἰσθάνεσθαι; τί δέ, εἰ ᾐσθάνοντο,ἔμελλον ἥδεσθαι; τί δέ, εἰ ἥδοντο, ἔμελλον οǷτοι ἀθάνατοι εἶναι;οὐχὶ καὶ τούτους πρῶτον μὲν γραίας καὶ γέροντας γενέσθαι οὕτωςεἵμαρτο, εἶτα ἀποθανεῖν; τί οὖν ὕστερον ἔμελλον ἐκεῖνοι ποιεῖντούτων ἀποθανόντων; γράσος πᾶν τοῦτο καὶ λύθρον ἐν θυλάκῳ.
  38. Εἰ δύνασαι ὀξὺ βλέπειν, βλέπε κρίνων ‹κρίμασι›, φησί, σοφωτάτοις.
  39. Δικαιοσύνης κατεξαναστατικὴν ἀρετὴν οὐχ ὁρῶ ἐν τῇ τοῦλογικοῦ ζῴου κατασκευῇ, ἡδονῆς δὲ ὁρῶ τὴν ἐγκράτειαν.
  40. Ἐὰν ἀφέλῃς τὴν σὴν ὑπόληψιν περὶ τοῦ λυπεῖν σε δοκοῦντος,αὐτὸς ἐν τῷ ἀσφαλεστάτῳ ἕστηκας. “τίς αὐτός;” ὁ λόγος. “ἀλλοὐκ εἰμὶ λόγος.” ἔστω. οὐκοῦν ὁ μὲν λόγος αὐτὸς ἑαυτὸν μὴλυπείτω, εἰ δέ τι ἄλλο σοι κακῶς ἔχει, ὑπολαβέτω αὐτὸ περὶ αὑτοῦ.
  41. Ἐμποδισμὸς αἰσθήσεως κακὸν ζωτικῆς φύσεως. ἐμποδισμὸςὁρμῆς ὁμοίως κακὸν ζωτικῆς φύσεως. ἔστι δέ τι ἄλλο ὁμοίωςἐμποδιστικὸν καὶ κακὸν τῆς φυτικῆς κατασκευῆς. οὕτως τοίνυνἐμποδισμὸς νοῦ κακὸν νοερᾶς φύσεως. πάντα δὴ ταῦτα ἐπὶσεαυτὸν μετάφερε. πόνος, ἡδονὴ ἅπτεταί σου; ὄψεται ἡ αἴσθησις.ὁρμήσαντι ἔνστημα ἐγένετο; εἰ μὲν ἀνυπεξαιρέτως ὥρμας, ἤδηὡς λογικοῦ κακόν, εἰ δὲ τὸ κοινὸν λαμβάνεις, οὔπω βέβλαψαιοὐδὲ ἐμπεπόδισαι. τὰ μέντοι τοῦ νοῦ ἴδια οὐδεὶς ἄλλος εἴωθενἐμποδίζειν˙ τούτου γὰρ οὐ πῦρ, οὐ σίδηρος, οὐ τύραννος, οὐβλασφημία, οὐχ ὁτιοῦν ἅπτεται, ὅταν γένηται “σφαῖρος κυκλοτερὴςμονί”.
  42. Οὐκ εἰμὶ ἄξιος ἐμαυτὸν λυπεῖν˙ οὐδὲ γὰρ ἄλλον πώποτε ἑκὼνἐλύπησα.
  43. Εὐφραίνει ἄλλον ἄλλο˙ ἐμὲ δέ, ἐὰν ὑγιὲς ἔχω τὸ ἡγεμονικόν,μὴ ἀποστρεφόμενον μήτε ἄνθρωπόν τινα μήτε ‹τι› τῶν ἀνθρώποιςσυμβαινόντων, ἀλλὰ πᾶν εὐμενέσιν ὀφθαλμοῖς ὁρῶν τε καὶδεχόμενον καὶ χρώμενον ἑκάστῳ κατ ἀξίαν.
  44. Τοῦτον ἰδοὺ τὸν χρόνον σεαυτῷ χάρισαι. οἱ τὴν ὑστεροφημίανμᾶλλον διώκοντες οὐ λογίζονται ὅτι ἄλλοι τοιοῦτοι μέλλουσινἐκεῖνοι εἶναι, οἷοί εἰσιν οǷτοι οὓς βαροῦνται˙ κἀκεῖνοι δὲ θνητοί.τί δὲ ὅλως πρὸς σέ, ἂν ἐκεῖνοι φωναῖς τοιαύταις ἀπηχῶσιν ἢὑπόληψιν τοιαύτην περὶ σοῦ ἔχωσιν;
  45. Ἂρόν με καὶ βάλε, ὅπου θέλεις. ἐκεῖ γὰρ ἕξω τὸν ἐμὸν δαίμοναἵλεων, τουτέστιν ἀρκούμενον, εἰ ἔχοι καὶ ἐνεργοίη κατὰ τὸ ἑξῆςτῇ ἰδίᾳ κατασκευῇ. Ἂρα τοῦτο ἄξιον, ἵνα δἰ αὐτὸ κακῶς μοιἔχῃ ἡ ψυχὴ καὶ χείρων ἑαυτῆς ᾖ, ταπεινουμένη, ὀρεγομένη,συνδουμένη, πτυρομένη; καὶ τί εὑρήσεις τούτου ἄξιον;
  46. Ἀνθρώπῳ οὐδενὶ συμβαίνειν τι δύναται ὃ οὐκ ἔστινἀνθρωπικὸν σύμπτωμα, οὐδὲ βοῒ ὃ οὐκ ἔστι βοϊκόν, οὐδὲ ἀμπέλῳὃ οὐκ ἔστιν ἀμπελικόν, οὐδὲ λίθῳ ὃ οὐκ ἔστι λίθου ἴδιον. εἰ οὖνἑκάστῳ συμβαίνει ὃ καὶ εἴωθε καὶ πέφυκε, τί ἂν δυσχεραίνοις;οὐ γὰρ ἀφόρητόν σοι ἔφερεν ἡ κοινὴ φύσις.
  47. Εἰ μὲν διά τι τῶν ἐκτὸς λυπῇ, οὐκ ἐκεῖνό σοι ἐνοχλεῖ, ἀλλὰ τὸσὸν περὶ αὐτοῦ κρῖμα, τοῦτο δὲ ἤδη ἐξαλεῖψαι ἐπὶ σοί ἐστιν. εἰδὲ λυπεῖ σέ τι τῶν ἐν τῇ σῇ διαθέσει, τίς ὁ κωλύων διορθῶσαι τὸδόγμα; ὁμοίως δὲ καὶ εἰ λυπῇ ὅτι οὐχὶ τόδε τι ἐνεργεῖς ὑγιές σοιφαινόμενον, τί οὐχὶ μᾶλλον ἐνεργεῖς ἢ λυπῇ; “ἀλλὰ ἰσχυρότερόντι ἐνίσταται.” μὴ οὖν λυποῦ˙ οὐ γὰρ παρὰ σὲ ἡ αἰτία τοῦ μὴἐνεργεῖσθαι. “ἀλλὰ οὐκ ἄξιον ζῆν μὴ ἐνεργουμένου τούτου.”ἄπιθι οὖν ἐκ τοῦ ζῆν εὐμενής, ᾗ καὶ ὁ ἐνεργῶν ἀποθνῄσκει, ἅμαἵλεως τοῖς ἐνισταμένοις.
  48. Μέμνησο ὅτι ἀκαταμάχητον γίνεται τὸ ἡγεμονικόν, ὅταν εἰςἑαυτὸ συστραφὲν ἀρκεσθῇ ἑαυτῷ, μὴ ποιοῦν τι ὃ μὴ θέλει, κἂνἀλόγως παρατάξηται. τί οὖν, ὅταν καὶ μετὰ λόγου καὶ περιεσκεμμένως κρίνῃ περί τινος; διὰ τοῦτο ἀκρόπολίς ἐστιν ἡ ἐλευθέραπαθῶν διάνοια˙ οὐδὲν γὰρ ὀχυρώτερον ἔχει ἄνθρωπος, ἐφ ὃκαταφυγὼν ἀνάλωτος λοιπὸν ἂν εἴη. ὁ μὲν οὖν μὴ ἑωρακὼςτοῦτο ἀμαθής, ὁ δὲ ἑωρακὼς καὶ μὴ καταφεύγων ἀτυχής.
  49. Μηδὲν πλέον ἑαυτῷ λέγε ὧν αἱ προηγούμεναι φαντασίαιἀναγγέλλουσιν. ἤγγελται ὅτι ὁ δεῖνά σε κακῶς λέγει. ἤγγελταιτοῦτο˙ τὸ δέ, ὅτι βέβλαψαι, οὐκ ἤγγελται. βλέπω ὅτι νοσεῖ τὸπαιδίον. βλέπω˙ ὅτι δὲ κινδυνεύει, οὐ βλέπω. οὕτως οὖν μένεἀεὶ ἐπὶ τῶν πρώτων φαντασιῶν καὶ μηδὲν αὐτὸς ἔνδοθεν ἐπίλεγεκαὶ οὐδέν σοι γίνεται˙ μᾶλλον δὲ ἐπίλεγε ὡς γνωρίζων ἕκαστατῶν ἐν τῷ κόσμῳ συμβαινόντων.
  50. Σίκυος πικρός; ἄφες. βάτοι ἐν τῇ ὁδῷ; ἔκκλινον. ἀρκεῖ, μὴπροσεπείπῃς˙ τί δὲ καὶ ἐγένετο ταῦτα ἐν τῷ κόσμῳ; ἐπεὶ καταγελασθήσῃὑπὸ ἀνθρώπου φυσιολόγου, ὡς ἂν καὶ ὑπὸ τέκτονοςκαὶ σκυτέως γελασθείης καταγινώσκων ὅτι ἐν τῷ ἐργαστηρίῳξέσματα καὶ περιτμήματα τῶν κατασκευαζομένων ὁρᾷς. καίτοιἐκεῖνοί γε ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν, ἡ δὲ τῶν ὅλων φύσις ἔξωοὐδὲν ἔχει, ἀλλὰ τὸ θαυμαστὸν τῆς τέχνης ταύτης ἐστὶν ὅτιπεριορίσασα ἑαυτὴν πᾶν τὸ ἔνδον διαφθείρεσθαι καὶ γηράσκεινκαὶ ἄχρηστον εἶναι δοκοῦν εἰς ἑαυτὴν μεταβάλλει, καὶ ὅτι πάλινἄλλα νεαρὰ ἐκ τούτων αὐτῶν ποιεῖ, ἵνα μήτε οὐσίας ἔξωθεν χρῄζῃ μήτε ὅπου ἐκβάλῃ τὰ σαπρότερα προσδέηται. ἀρκεῖται οὖνκαὶ χώρᾳ τῇ ἑαυτῆς καὶ ὕλῃ τῇ ἑαυτῆς καὶ τέχνῃ τῇ ἰδίᾳ.
  51. Μήτε ἐν ταῖς πράξεσιν ἐπισύρειν μήτε ἐν ταῖς ὁμιλίαις φύρεινμήτε ἐν ταῖς φαντασίαις ἀλᾶσθαι μήτε τῇ ψυχῇ καθάπαξσυνέλκεσθαι ἢ ἐκθόρνυσθαι μήτε ἐν τῷ βίῳ ἀσχολεῖσθαι.“Κτείνουσι, κρεανομοῦσι, κατάραις ἐλαύνουσι.” τί ταῦτα πρὸςτὸ τὴν διάνοιαν μένειν καθαράν, φρενήρη, σώφρονα, δικαίαν;οἷον εἴ τις παραστὰς πηγῇ διαυγεῖ καὶ γλυκείᾳ βλασφημοίη αὐτήν,ἡ δὲ οὐ παύεται πότιμον ἀναβλύουσα˙ κἂν πηλὸν ἐμβάλῃ, κἂνκοπρίαν, τάχιστα διασκεδάσει αὐτὰ καὶ ἐκκλύσει καὶ οὐδαμῶςβαφήσεται. πῶς οὖν πηγὴν ἀέναον ἕξεις [καὶ] μὴ φρέαρ; ἂνφυλάσσῃς σεαυτὸν πάσης ὥρας εἰς ἐλευθερίαν μετὰ τοῦ εὐμενῶςκαὶ ἁπλῶς καὶ αἰδημόνως.
  52. Ὁ μὲν μὴ εἰδὼς ὅτι ἔστι κόσμος, οὐκ οἶδεν ὅπου ἐστίν. ὁ δὲ μὴεἰδὼς πρὸς ὅ τι πέφυκεν ‹κόσμος›, οὐκ οἶδεν ὅστις ἐστὶν οὐδὲ τίἐστι κόσμος. ὁ δὲ ἕν τι τούτων ἀπολιπὼν οὐδ ἂν πρὸς ὅ τι αὐτὸςπέφυκεν εἴποι. τίς οὖν φαίνεταί σοι ὁ τὸν τῶν κροτούντων ἔπαινονφεύγων ἢ διώκων, οἳ οὔθ ὅπου εἰσὶν οὔτε οἵτινές εἰσι γινώσκουσιν;
  53. Ἐπαινεῖσθαι θέλεις ὑπὸ ἀνθρώπου τρὶς τῆς ὥρας ἑαυτῷ καταρωμένου;ἀρέσκειν θέλεις ἀνθρώπῳ ὃς οὐκ ἀρέσκει ἑαυτῷ;ἀρέσκει ἑαυτῷ ὁ μετανοῶν ἐφ ἅπασι σχεδὸν οἷς πράσσει;
  54. Μηκέτι μόνον συμπνεῖν τῷ περιέχοντι ἀέρι, ἀλλ ἤδη καὶσυμφρονεῖν τῷ περιέχοντι πάντα νοερῷ. οὐ γὰρ ἧττον ἡ νοερὰδύναμις πάντῃ κέχυται καὶ διαπεφοίτηκε τῷ σπάσαι βουλομένῳἤπερ ἡ ἀερώδης τῷ ἀναπνεῦσαι δυναμένῳ.
  55. Γενικῶς μὲν ἡ κακία οὐδὲν βλάπτει τὸν κόσμον, ἡ δὲ κατὰμέρος οὐδὲν βλάπτει τὸν ἕτερον, μόνῳ δὲ βλαβερά ἐστι τούτῳ ᾧἐπιτέτραπται καὶ ἀπηλλάχθαι αὐτῆς, ὁπόταν πρῶτον αὐτὸςθελήσῃ.
  56. Τῷ ἐμῷ προαιρετικῷ τὸ τοῦ πλησίον προαιρετικὸν ἐπίσηςἀδιάφορόν ἐστιν, ὡς καὶ τὸ πνευμάτιον αὐτοῦ καὶ τὸ σαρκίδιον.καὶ γὰρ εἰ ὅτι μάλιστα ἀλλήλων ἕνεκεν γεγόναμεν, ὅμως τὰἡγεμονικὰ ἡμῶν ἕκαστον τὴν ἰδίαν κυρίαν ἔχει˙ ἐπεί τοι ἔμελλενἡ τοῦ πλησίον κακία ἐμοῦ κακὸν εἶναι, ὅπερ οὐκ ἔδοξε τῷ θεῷ,ἵνα μὴ ἐπ ἄλλῳ ᾖ τὸ ἐμὲ ἀτυχεῖν.
  57. Ὁ ἥλιος κατακεχύσθαι δοκεῖ καὶ πάντῃ γε κέχυται, οὐ μὴνἐκκέχυται. ἡ γὰρ χύσις αὕτη τάσις ἐστίν˙ ἀκτῖνες γοῦν αἱ αὐγαὶαὐτοῦ ἀπὸ τοῦ ἐκτείνεσθαι λέγονται. ὁποῖον δέ τι ἐστὶν ἀκτίς,ἴδοις ἄν, εἰ διά τινος στενοῦ εἰς ἐσκιασμένον οἶκον τὸ ἀφ ἡλίουφῶς εἰσδυόμενον θεάσαιο˙ τείνεται γὰρ κατ εὐθὺ καὶ ὥσπερδιερείδεται πρὸς τὸ στερέμνιον ὅ τι ἂν ἀπαντήσῃ διεῖργον τὸνἐπέκεινα ἀέρα, ἐνταῦθα δὲ ἔστη καὶ οὐ κατώλισθεν οὐδὲ ἔπεσεν.τοιαύτην οὖν τὴν χύσιν καὶ διάχυσιν τῆς διανοίας εἶναι χρή,μηδαμῶς ἔκχυσιν, ἀλλὰ τάσιν, καὶ πρὸς τὰ ἀπαντῶντα κωλύματαμὴ βίαιον μηδὲ ῥαγδαίαν τὴν ἐπέρεισιν ποιεῖσθαι μηδὲ μὴνκαταπίπτειν, ἀλλὰ ἵστασθαι καὶ ἐπιλάμπειν τὸ δεχόμενον˙ αὐτὸγὰρ ἑαυτὸ στερήσει τῆς αὐγῆς τὸ μὴ παραπέμπον αὐτήν.
  58. Ὁ τὸν θάνατον φοβούμενος ἤτοι ἀναισθησίαν φοβεῖται ἢαἴσθησιν ἑτεροίαν. ἀλλ εἴτε οὐκέτι αἴσθησιν ‹ἕξεις› οὐδὲ κακοῦτινος αἰσθήσῃ˙ εἴτε ἀλλοιοτέραν αἴσθησιν κτήσῃ, ἀλλοῖον ζῷον ἔσῃ καὶ τοῦ ζῆν οὐ παύσῃ.
  59. Οἱ ἄνθρωποι γεγόνασιν ἀλλήλων ἕνεκεν˙ ἢ δίδασκε οὖν ἢ φέρε.
  60. Ἄλλως βέλος, ἄλλως νοῦς φέρεται. ὁ μέντοι νοῦς καὶ ὅτανεὐλαβῆται καὶ ὅταν περὶ τὴν σκέψιν στρέφηται, φέρεται κατεὐθὺ οὐδὲν ἧττον καὶ ἐπὶ τὸ προκείμενον.
  61. Εἰσιέναι εἰς τὸ ἡγεμονικὸν ἑκάστου, παρέχειν δὲ καὶ ἑτέρῳπαντὶ εἰσιέναι εἰς τὸ ἑαυτοῦ ἡγεμονικόν.