Τα εις εαυτόν/10
Εμφάνιση
(Ανακατεύθυνση από Τα εις εαυτον/10)
←9 | Τὰ εἰς ἑαυτόν Συγγραφέας: 10 |
11→ |
- Ἔσῃ ποτὲ ἆρα, ὦ ψυχή, ἀγαθὴ καὶ ἁπλῆ καὶ μία καὶ γυμνή,φανερωτέρα τοῦ περικειμένου σοι σώματος; γεύσῃ ποτὲ ἆρα τῆςφιλητικῆς καὶ στερκτικῆς διαθέσεως; ἔσῃ ποτὲ ἆρα πλήρης καὶἀνενδεὴς καὶ οὐδὲν ἐπιποθοῦσα οὐδὲ ἐπιθυμοῦσα οὐδενὸς οὔτεἐμψύχου οὔτε ἀψύχου πρὸς ἡδονῶν ἀπολαύσεις; οὐδὲ χρόνου,ἐν ᾧ ἐπὶ μακρότερον ἀπολαύσεις; οὐδὲ τόπου ἢ χώρας ἢ ἀέρωνεὐκαιρίας; οὐδὲ ἀνθρώπων εὐαρμοστίας; ἀλλὰ ἀρκεσθήσῃ τῇπαρούσῃ καταστάσει καὶ ἡσθήσῃ τοῖς παροῦσι πᾶσι, καὶσυμπείσεις σεαυτὴν ὅτι πάντα σοι παρὰ τῶν θεῶν πάρεστι, καὶπάντα σοι εὖ ἔχει καὶ εὖ ἕξει, ὅσα φίλον αὐτοῖς καὶ ὅσα μέλλουσιδώσειν ἐπὶ σωτηρίᾳ τοῦ τελείου ζῴου, τοῦ ἀγαθοῦ καὶ δικαίουκαὶ καλοῦ καὶ γεννῶντος πάντα καὶ συνέχοντος καὶ περιέχοντοςκαὶ περιλαμβάνοντος διαλυόμενα εἰς γένεσιν ἑτέρων ὁμοίων; ἔσῃποτὲ ἆρα τοιαύτη, οἵα θεοῖς τε καὶ ἀνθρώποις οὕτως συμπολιτεύεσθαιὡς μήτε μέμφεσθαί τι αὐτοῖς μήτε καταγινώσκεσθαιὑπ αὐτῶν;
- Παρατήρει τί σου ἡ φύσις ἐπιζητεῖ ὡς ὑπὸ φύσεως μόνονδιοικουμένου˙ εἶτα ποίει αὐτὸ καὶ προσίεσο, εἰ μὴ χεῖρον μέλλειδιατίθεσθαί σου ἡ ὡς ζῴου φύσις. ἑξῆς δὲ παρατηρητέον τίἐπιζητεῖ σου ἡ ὡς ζῴου φύσις, καὶ πᾶν τοῦτο παραληπτέον, εἰμὴ χεῖρον μέλλει διατίθεσθαι ἡ ὡς ζῴου λογικοῦ φύσις˙ ἔστι δὲτὸ λογικὸν εὐθὺς καὶ πολιτικόν. τούτοις δὴ κανόσι χρώμενοςμηδὲν περιεργάζου.
- Πᾶν τὸ συμβαῖνον ἤτοι οὕτω συμβαίνει ὡς πέφυκας αὐτὸφέρειν ἢ ὡς οὐ πέφυκας αὐτὸ φέρειν. εἰ μὲν οὖν συμβαίνει σοιὡς πέφυκας φέρειν, μὴ δυσχέραινε, ἀλλ ὡς πέφυκας ‹φέρειν› φέρε.εἰ δὲ ὡς μὴ πέφυκας φέρειν, μὴ δυσχέραινε˙ φθήσεται γάρ σεἀπαναλῶσαν. μέμνησο μέντοι ὅτι πέφυκας φέρειν πᾶν, περὶ οǷἐπὶ τῇ ὑπολήψει ἐστὶ τῇ σῇ φορητὸν καὶ ἀνεκτὸν αὐτὸ ποιῆσαικατὰ φαντασίαν τοῦ συμφέρειν ἢ καθήκειν σεαυτῷ τοῦτο ποιεῖν.
- Εἰ μὲν σφάλλεται, διδάσκειν εὐμενῶς καὶ τὸ παρορώμενονδεικνύναι. εἰ δὲ ἀδυνατεῖς, σεαυτὸν αἰτιᾶσθαι ἢ μηδὲ σεαυτόν.
- Ὅ τι ἄν σοι συμβαίνῃ, τοῦτό σοι ἐξ αἰῶνος προκατεσκευάζετοκαὶ ἡ ἐπιπλοκὴ τῶν αἰτίων συνέκλωθε τήν τε σὴν ὑπόστασιν ἐξἀιδίου καὶ τὴν τούτου σύμβασιν.
- Εἴτε ἄτομοι εἴτε φύσις, πρῶτον κείσθω ὅτι μέρος εἰμὶ τοῦ ὅλουὑπὸ φύσεως διοικουμένου˙ ἔπειτα, ὅτι ἔχω πως οἰκείως πρὸς τὰὁμογενῆ μέρη. τούτων γὰρ μεμνημένος, καθότι μὲν μέρος εἰμί,οὐδενὶ δυσαρεστήσω τῶν ἐκ τοῦ ὅλου ἀπονεμομένων˙ οὐδὲν γὰρβλαβερὸν τῷ μέρει ὃ τῷ ὅλῳ συμφέρει. οὐ γὰρ ἔχει τι τὸ ὅλον ὃμὴ συμφέρει ἑαυτῷ, πασῶν μὲν φύσεων κοινὸν ἐχουσῶν τοῦτο,τῆς δὲ τοῦ κόσμου προσειληφυίας τὸ μηδὲ ὑπό τινος ἔξωθεν αἰτίαςἀναγκάζεσθαι βλαβερόν τι ἑαυτῇ γεννᾶν. κατὰ μὲν δὴ τὸμεμνῆσθαι ὅτι μέρος εἰμὶ ὅλου τοῦ τοιούτου, εὐαρεστήσω παντὶτῷ ἀποβαίνοντι, καθόσον δὲ ἔχω πως οἰκείως πρὸς τὰ ὁμογενῆμέρη, οὐδὲν πράξω ἀκοινώνητον, μᾶλλον δὲ στοχάσομαι τῶνὁμογενῶν καὶ πρὸς τὸ κοινῇ συμφέρον πᾶσαν ὁρμὴν ἐμαυτοῦἄξω καὶ ἀπὸ τοὐναντίου ἀπάξω. τούτων δὲ οὕτως περαινομένωνἀνάγκη τὸν βίον εὐροεῖν, ὡς ἂν καὶ πολίτου βίον εὔρουν ἐπινοήσειαςπροιόντος διὰ πράξεων τοῖς πολίταις λυσιτελῶν καὶὅπερ ἂν ἡ πόλις ἀπονέμῃ, τοῦτο ἀσπαζομένου.
- Τοῖς μέρεσι τοῦ ὅλου, ὅσα φύσει περιέχεται ὑπὸ τοῦ κόσμου,ἀνάγκη φθείρεσθαι˙ λεγέσθω δὲ τοῦτο σημαντικῶς τοῦἀλλοιοῦσθαι. εἰ δὲ φύσει κακόν τε καὶ ἀναγκαῖόν ἐστι τοῦτοαὐτοῖς, οὐκ ἂν τὸ ὅλον καλῶς διεξάγοιτο τῶν μερῶν εἰς ἀλλοίωσινἰόντων καὶ πρὸς τὸ φθείρεσθαι διαφόρως κατεσκευασμένων.(πότερον γὰρ ἐπεχείρησεν ἡ φύσις αὐτὴ τὰ ἑαυτῆς μέρη κακοῦνκαὶ περιπτωτικὰ τῷ κακῷ καὶ ἐξ ἀνάγκης ἔμπτωτα εἰς τὸ κακὸνποιεῖν, ἢ ἔλαθεν αὐτὴν τοιάδε τινὰ γινόμενα; ἀμφότερα γὰρἀπίθανα.) εἰ δέ τις καὶ ἀφέμενος τῆς φύσεως κατὰ τὸ πεφυκέναιταῦτα ἐξηγοῖτο, καὶ ὡς γελοῖον ἅμα μὲν φάναι πεφυκέναι τὰμέρη τοῦ ὅλου μεταβάλλειν, ἅμα δὲ ὡς ἐπί τινι τῶν παρὰ φύσινσυμβαίνοντι θαυμάζειν ἢ δυσχεραίνειν, ἄλλως τε καὶ τῆςδιαλύσεως εἰς ταῦτα γινομένης, ἐξ ὧν ἕκαστον συνίσταται. ἤτοιγὰρ σκεδασμὸς στοιχείων, ἐξ ὧν συνεκρίθη, ἢ τροπὴ τοῦ μὲνστερεμνίου εἰς τὸ γεῶδες, τοῦ δὲ πνευματικοῦ εἰς τὸ ἀερῶδες,ὥστε καὶ ταῦτα ἀναληφθῆναι εἰς τὸν τοῦ ὅλου λόγον, εἴτε κατὰπερίοδον ἐκπυρουμένου εἴτε ἀιδίοις ἀμοιβαῖς ἀνανεουμένου. καὶτὸ στερέμνιον δὲ καὶ τὸ πνευματικὸν μὴ φαντάζου τὸ ἀπὸ τῆςπρώτης γενέσεως˙ πᾶν γὰρ τοῦτο ἐχθὲς καὶ τρίτην ἡμέραν ἐκ τῶνσιτίων καὶ τοῦ ἑλκομένου ἀέρος τὴν ἐπιῤῥοὴν ἔλαβεν˙ τοῦτοοὖν ὃ ἔλαβε μεταβάλλει, οὐχ ὃ ἡ μήτηρ ἔτεκεν. ὑπόθου δ ὅτιἐκεῖνό σε λίαν προσπλέκει τῷ ἰδίως ποιῷ, οὐδὲν ‹τῷ› ὄντι οἶμαιπρὸς τὸ νῦν λεγόμενον.
- Ὀνόματα θέμενος ἑαυτῷ ταῦτα˙ ἀγαθός, αἰδήμων, ἀληθής,ἔμφρων, σύμφρων, ὑπέρφρων, πρόσεχε μήποτε μετονομάζῃ, κἂνἀπολλύῃς ταῦτα τὰ ὀνόματα, [καὶ] ταχέως ἐπάνιθι ἐπ αὐτά.μέμνησο δὲ ὅτι τὸ μὲν ἔμφρων ἐβούλετό σοι σημαίνειν τὴν ἐφἕκαστα διαληπτικὴν ἐπίστασιν καὶ τὸ ἀπαρενθύμητον˙ τὸ δὲσύμφρων τὴν ἑκούσιον ἀπόδεξιν τῶν ὑπὸ τῆς κοινῆς φύσεωςἀπονεμομένων˙ τὸ δὲ ὑπέρφρων τὴν ὑπέρτασιν τοῦ φρονοῦντοςμορίου ὑπὲρ λείαν ἢ τραχεῖαν κίνησιν τῆς σαρκὸς καὶ τὸ δοξάριονκαὶ τὸν θάνατον καὶ ὅσα τοιαῦτα. ἐὰν οὖν διατηρῇς ἑαυτὸν ἐντούτοις τοῖς ὀνόμασι μὴ γλιχόμενος τοῦ ὑπ ἄλλων κατὰ ταῦταὀνομάζεσθαι, ἔσῃ ἕτερος καὶ εἰς βίον εἰσελεύσῃ ἕτερον. τὸ γὰρἔτι τοιοῦτον εἶναι οἷος μέχρι νῦν γέγονας, καὶ ἐν βίῳ τοιούτῳσπαράσσεσθαι καὶ μολύνεσθαι, λίαν ἐστὶν ἀναισθήτου καὶφιλοψύχου καὶ ὁμοίου τοῖς ἡμιβρώτοις θηριομάχοις, οἵτινεςμεστοὶ τραυμάτων καὶ λύθρου παρακαλοῦσιν ὅμως εἰς τὴν αὔριονφυλαχθῆναι, παραβληθησόμενοι τοιοῦτοι τοῖς αὐτοῖς ὄνυξι καὶδήγμασιν. ἐμβίβασον οὖν ἑαυτὸν εἰς τὰ ὀλίγα ταῦτα ὀνόματα,κἂν μὲν ἐπ αὐτῶν μένειν δύνῃ, μένε ὥσπερ εἰς μακάρων τινὰςνήσους μετῳ κισμένος˙ ἐὰν δὲ αἴσθῃ ὅτι ἐκπίπτεις καὶ οὐπερικρατεῖς, ἄπιθι θαῤῥῶν εἰς γωνίαν τινά, ὅπου κρατήσεις, ἢκαὶ παντάπασιν ἔξιθι τοῦ βίου, μὴ ὀργιζόμενος, ἀλλὰ ἁπλῶς καὶἐλευθέρως καὶ αἰδημόνως, ἕν γε τοῦτο μόνον πράξας ἐν τῷ βίῳτὸ οὕτως ἐξελθεῖν. πρὸς μέντοι τὸ μεμνῆσθαι τῶν ὀνομάτωνμεγάλως συλλήψεταί σοι τὸ μεμνῆσθαι θεῶν καὶ ὅτιπερ οὐκολακεύεσθαι οǷτοι θέλουσιν, ἀλλὰ ἐξομοιοῦσθαι ἑαυτοῖς τὰλογικὰ πάντα καὶ εἶναι τὴν μὲν συκῆν τὰ συκῆς ποιοῦσαν, τὸνδὲ κύνα τὰ κυνός, τὴν δὲ μέλισσαν τὰ μελίσσης, τὸν δὲ ἄνθρωποντὰ ἀνθρώπου.
- Μῖμος, πόλεμος, πτοία, νάρκα, δουλεία. καθ ἡμέραν ἀπαλείψεταίσου τὰ ἱερὰ ἐκεῖνα δόγματα, ὁπόσα ἀφυσιολογήτωςφαντάζῃ καὶ παραπέμπεις. δεῖ δὲ πᾶν οὕτω βλέπειν καὶ πράσσεινὥστε καὶ τὸ περιστατικὸν ἅμα συντελεῖσθαι καὶ ἅμα τὸ θεωρητικὸνἐνεργεῖσθαι καὶ τὸ ἐκ τῆς περὶ ἑκάστων ἐπιστήμηςαὔθαδες σῴζεσθαι λανθάνον, οὐχὶ κρυπτόμενον. πότε γὰρἁπλότητος ἀπολαύσεις; πότε δὲ σεμνότητος; πότε δὲ τῆς ἐφἑκάστου γνωρίσεως, τί τε ἐστὶ κατ οὐσίαν καὶ τίνα χώραν ἔχειἐν τῷ κόσμῳ καὶ ἐπὶ πόσον πέφυκεν ὑφίστασθαι καὶ ἐκ τίνωνσυγκέκριται καὶ τίσι δύναται ὑπάρχειν καὶ τίνες δύνανται αὐτὸδιδόναι τε καὶ ἀφαιρεῖσθαι;
- Ἀράχνιον μυῖαν θηρᾶσαν μέγα φρονεῖ, ἄνθρωπος δὲ λαγίδιον,ἄλλος δὲ ὑποχῇ ἀφύην, ἄλλος δὲ συίδια, ἄλλος δὲ ἄρκτους, ἄλλοςΣαρμάτας. οǷτοι γὰρ οὐ λῃσταί, ἐὰν τὰ δόγματα ἐξετάζῃς;
- Πῶς εἰς ἄλληλα πάντα μεταβάλλει, θεωρητικὴν μέθοδονκτῆσαι καὶ διηνεκῶς πρόσεχε καὶ συγγυμνάσθητι περὶ τοῦτο τὸμέρος˙ οὐδὲν γὰρ οὕτως μεγαλοφροσύνης ποιητικόν. ἐξεδύσατοτὸ σῶμα καὶ ἐννοήσας ὅτι ὅσον οὐδέπω πάντα ταῦτα καταλιπεῖνἀπιόντα ἐξ ἀνθρώπων δεήσει, ἀνῆκεν ὅλον ἑαυτὸν δικαιοσύνῃμὲν εἰς τὰ ὑφ ἑαυτοῦ ἐνεργούμενα, ἐν δὲ τοῖς ἄλλως συμβαίνουσιτῇ τῶν ὅλων φύσει. τί δ ἐρεῖ τις ἢ ὑπολήψεται περὶ αὐτοῦ ἢπράξει κατ αὐτοῦ, οὐδ εἰς νοῦν βάλλεται, δύο τούτοις ἀρκούμενος,εἰ αὐτὸς δικαιοπραγεῖ τὸ νῦν πρασσόμενον καὶ φιλεῖ τὸνῦν ἀπονεμόμενον ἑαυτῷ˙ ἀσχολίας δὲ πάσας καὶ σπουδὰς ἀφῆκεκαὶ οὐδὲν ἄλλο βούλεται ἢ εὐθεῖαν περαίνειν διὰ τοῦ νόμου καὶεὐθεῖαν περαίνοντι ἕπεσθαι τῷ θεῷ.
- Τίς ὑπονοίας χρεία παρὸν σκοπεῖν τί δεῖ πραχθῆναι, κἂν μὲνσυνορᾷς, εὐμενῶς, ἀμεταστρεπτὶ ταύτῃ χωρεῖν˙ ἐὰν δὲ μὴ συνορᾷς, ἐπέχειν καὶ συμβούλοις τοῖς ἀρίστοις χρῆσθαι˙ ἐὰν δὲ ἕτεράτινα πρὸς ταῦτα ἀντιβαίνῃ, προιέναι κατὰ τὰς παρούσας ἀφορμὰςλελογισμένως, ἐχόμενον τοῦ φαινομένου δικαίου; ἄριστον γὰρκατατυγχάνειν τούτου, ἐπεί τοι ἥ γε ἀπόπτωσις ἀπὸ τούτου ἐστίν.σχολαῖόν τι καὶ ἅμα εὐκίνητόν ἐστι καὶ φαιδρὸν ἅμα καὶσυνεστηκὸς ὁ τῷ λόγῳ κατὰ πᾶν ἑπόμενος.
- Πυνθάνεσθαι ἑαυτοῦ εὐθὺς ἐξ ὕπνου γενόμενον˙ μήτι διοίσεισοι, ἐὰν ὑπὸ ἄλλου ψέγηται τὰ δίκαια καὶ καλῶς ἔχοντα; οὐδιοίσει. μήτι ἐπιλέλησαι ὅτι οǷτοι οἱ ἐν τοῖς περὶ ἄλλων ἐπαίνοιςκαὶ ψόγοις φρυαττόμενοι τοιοῦτοι μὲν ἐπὶ τῆς κλίνης εἰσί, τοιοῦτοιδὲ ἐπὶ τῆς τραπέζης, οἷα δὲ ποιοῦσιν, οἷα δὲ φεύγουσιν, οἷα δὲδιώκουσιν, οἷα δὲ κλέπτουσιν, οἷα δὲ ἁρπάζουσιν, οὐ χερσὶ καὶποσίν, ἀλλὰ τῷ τιμιωτάτῳ ἑαυτῶν μέρει, ᾧ γίνεται, ὅταν θέλῃ,πίστις, αἰδώς, ἀλήθεια, νόμος, ἀγαθὸς δαίμων;
- Τῇ πάντα διδούσῃ καὶ ἀπολαμβανούσῃ φύσει ὁ πεπαιδευμένοςκαὶ αἰδήμων λέγει˙ δὸς ὃ θέλεις˙ ἀπόλαβε ὃ θέλεις. λέγει δὲτοῦτο οὐ καταθρασυνόμενος, ἀλλὰ πειθαρχῶν μόνον καὶ εὐνοῶναὐτῇ.
- Ὀλίγον ἐστὶ τὸ ὑπολειπόμενον τοῦτο. ζῆσον ὡς ἐν ὄρει˙ οὐδὲνγὰρ διαφέρει ἐκεῖ ἢ ὧδε, ἐὰν τις πανταχοῦ ὡς ἐν πόλει τῷκόσμῳ. ἰδέτωσαν, ἱστορησάτωσαν οἱ ἄνθρωποι ἄνθρωπονἀληθινὸν κατὰ φύσιν ζῶντα. εἰ μὴ φέρουσιν, ἀποκτεινάτωσαν˙κρεῖττον γὰρ ἢ οὕτως ζῆν.
- Μηκέθ ὅλως περὶ τοῦ οἷόν τινα εἶναι τὸν ἀγαθὸν ἄνδραδιαλέγεσθαι, ἀλλὰ εἶναι τοιοῦτον.
- Τοῦ ὅλου αἰῶνος καὶ τῆς ὅλης οὐσίας συνεχῶς φαντασία ‹ἔστω›καὶ ὅτι πάντα τὰ κατὰ μέρος, ὡς μὲν πρὸς οὐσίαν, κεγχραμίς, ὡςδὲ πρὸς χρόνον, τρυπάνου περιστροφή.
- Εἰς ἕκαστον τῶν ὑποκειμένων ἐφιστάντα ἐπινοεῖν αὐτὸ ἤδηδιαλυόμενον καὶ ἐν μεταβολῇ καὶ οἷον σήψει ἢ σκεδάσειγινόμενον ἢ καθότι ἕκαστον πέφυκεν ὥσπερ θνῄσκειν.
- Οἷοί εἰσιν ἐσθίοντες, καθεύδοντες, ὀχεύοντες, ἀποπατοῦντες,τὰ ἄλλα˙ εἶτα οἷοι ἀνδρονομούμενοι καὶ γαυρούμενοι ἢ χαλεπαίνοντεςκαὶ ἐξ ὑπεροχῆς ἐπιπλήττοντες, πρὸ ὀλίγου δὲ ἐδούλευονπόσοις καὶ δἰ οἷα˙ καὶ μετ ὀλίγον ἐν τοιούτοις ἔσονται.
- Συμφέρει ἑκάστῳ ὃ φέρει ἑκάστῳ ἡ τῶν ὅλων φύσις, καὶ τότεσυμφέρει ὅτε ἐκείνη φέρει.
- Ἐρᾷ μὲν ὄμβρου γαῖα, ἐρᾷ δὲ ὁ σεμνὸς αἰθήρ, ἐρᾷ δὲ ὁ κόσμοςποιῆσαι ὃ ἂν μέλλῃ γίνεσθαι. λέγω οὖν τῷ κόσμῳ ὅτι σοὶ συνερῶ.μήτι δὲ οὕτω κἀκεῖνο λέγεται, ὅτι˙ φιλεῖ τοῦτο γίνεσθαι;
- Ἤτοι ἐνταῦθα ζῇς καὶ ἤδη εἴθικας˙ ἢ ἔξω ὑπάγεις καὶ τοῦτοἤθελες˙ ἢ ἀποθνῄσκεις καὶ ἀπελειτούργησας. παρὰ δὲ ταῦταοὐδέν. οὐκοῦν εὐθύμει.
- Ἐναργὲς ἔστω ἀεὶ τὸ ὅτι τοιοῦτο ἐκεῖνος ὁ ἀγρός ἐστι καὶ πῶςπάντα ἐστὶ τὰ αὐτὰ ἐνθάδε τοῖς ἐν ἄκρῳ τῷ ὄρει ἢ ἐπὶ τοῦ αἰγιαλοῦἢ ὅπου θέλεις. ἄντικρυς γὰρ εὑρήσεις τὰ τοῦ Πλάτωνος˙ “σηκὸνἐν ὄρει, φησί, περιβαλλόμενος καὶ βδάλλων βληχήματα.”
- Τί ἐστί μοι τὸ ἡγεμονικόν μου καὶ ποῖόν τι αὐτὸ ἐγὼ ποιῶ νῦνκαὶ πρὸς τί ποτε αὐτῷ νῦν χρῶμαι; μήτι κενὸν νοῦ ἐστι; μήτιἀπόλυτον καὶ ἀπεσπασμένον κοινωνίας; μήτι προστετηκὸς καὶἀνακεκραμένον τῷ σαρκιδίῳ, ὥστε τούτῳ συντρέπεσθαι;
- Ὁ τὸν κύριον φεύγων δραπέτης˙ κύριος δὲ ὁ νόμος καὶ ὁπαρανομῶν ‹ἄρα› δραπέτης. ἅμα καὶ ὁ λυπούμενος ἢ ὀργιζόμενοςἢ φοβούμενος οὐ βούλεταί τι γεγονέναι ἢ γίνεσθαι ἢ γενήσεσθαιτῶν ὑπὸ τοῦ τὰ πάντα διοικοῦντος τεταγμένων, ὅς ἐστι νόμος,νέμων ὅσα ἑκάστῳ ἐπιβάλλει. ὁ ἄρα φοβούμενος ἢ λυπούμενοςἢ ὀργιζόμενος δραπέτης.
- Σπέρμα εἰς μήτραν ἀφεὶς ἀπεχώρησε καὶ λοιπὸν ἄλλη αἰτίαπαραλαβοῦσα ἐργάζεται καὶ ἀποτελεῖ βρέφος˙ ἐξ οἵου οἷον; πάλιν˙τροφὴν διὰ φάρυγγος ἀφῆκε καὶ λοιπὸν ἄλλη αἰτία παραλαβοῦσααἴσθησιν καὶ ὁρμὴν καὶ τὸ ὅλον ζωὴν καὶ ῥώμην καὶ ἄλλα, ὅσακαὶ οἷα, ποιεῖ. ταῦτα οὖν ἐν τοιαύτῃ ἐγκαλύψει γινόμενα θεωρεῖνκαὶ τὴν δύναμιν οὕτως ὁρᾶν, ὡς καὶ τὴν βρίθουσαν καὶ τὴνἀνωφερῆ ὁρῶμεν, οὐχὶ τοῖς ὀφθαλμοῖς, ἀλλ οὐχ ἧττον ἐναργῶς.
- Συνεχῶς ἐπινοεῖν πῶς πάντα τοιαῦτα, ὁποῖα νῦν γίνεται, καὶπρόσθεν ἐγίνετο, καὶ ἐπινοεῖν γενησόμενα˙ καὶ ὅλα δράματα καὶσκηνὰς ὁμοειδεῖς, ὅσα ἐκ πείρας τῆς σῆς ἢ τῆς πρεσβυτέραςἱστορίας ἔγνως, πρὸ ὀμμάτων τίθεσθαι, οἷον αὐλὴν ὅληνἉδριανοῦ καὶ αὐλὴν ὅλην Ἀντωνίνου καὶ αὐλὴν ὅλην Φιλίππου,Ἀλεξάνδρου, Κροίσου˙ πάντα γὰρ ἐκεῖνα τοιαῦτα ἦν, μόνον δἰἑτέρων.
- Φαντάζου πάντα τὸν ἐφ ᾡτινιοῦν λυπούμενον ἢ δυσαρεστοῦνταὅμοιον τῷ θυομένῳ χοιριδίῳ καὶ ἀπολακτίζοντι καὶ κεκραγότι˙ὅμοιος καὶ ὁ οἰμώζων ἐπὶ τοῦ κλινιδίου μόνος σιωπῇ. τὴν ἔνδεσινἡμῶν, καὶ ὅτι μόνῳ τῷ λογικῷ ζῴῳ δέδοται τὸ ἑκουσίως ἕπεσθαιτοῖς γινομένοις, τὸ δὲ ἕπεσθαι ψιλὸν πᾶσιν ἀναγκαῖον.
- Κατὰ μέρος ἐφ ἑκάστου ὧν ποιεῖς ἐφιστάνων ἐπερώτα σεαυτὸνεἰ ὁ θάνατος δεινὸν διὰ τὸ τούτου στέρεσθαι.
- Ὅταν προσκόπτῃς ἐπί τινος ἁμαρτίᾳ, εὐθὺς μεταβὰς ἐπιλογίζουτί παρόμοιον ἁμαρτάνεις˙ οἷον, ἀργύριον ἀγαθὸν εἶναι κρίνων‹ἢ› τὴν ἡδονὴν ἢ τὸ δοξάριον καὶ κατ εἶδος. τούτῳ γὰρ ἐπιβάλλωνταχέως ἐπιλήσῃ τῆς ὀργῆς, συμ‹προς›πίπτοντος τοῦ ὅτι βιάζεται˙τί γὰρ ποιήσει; ἤ, εἰ δύνασαι, ἄφελε αὐτοῦ τὸ βιαζόμενον.
- Σατυρίωνα ἰδὼν Σωκρατικὸν φαντάζου ἢ Εὐτύχην ἢ Ὑμένα,καὶ Εὐφράτην ἰδὼν Εὐτυχίωνα ἢ Σιλουανὸν φαντάζου, καὶἈλκίφρονα Τροπαιοφόρον φαντάζου, καὶ Σευῆρον ἰδὼν Κρίτωναἢ Ξενοφῶντα φαντάζου, καὶ εἰς ἑαυτὸν ἀπιδὼν τῶν Καισάρωντινὰ φαντάζου, καὶ ἐφ ἑκάστου τὸ ἀνάλογον. εἶτα συμπροσπιπτέτωσοι˙ ποῦ οὖν ἐκεῖνοι; οὐδαμοῦ ἢ ὁπουδή. οὕτως γὰρσυνεχῶς θεάσῃ τὰ ἀνθρώπινα καπνὸν καὶ τὸ μηδέν, μάλισταἐὰν συμμνημονεύσῃς ὅτι τὸ ἅπαξ μεταβαλὸν οὐκέτι ἔσται ἐν τῷἀπείρῳ χρόνῳ. τί οὖν ἐντείνῃ; τί δ οὐκ ἀρκεῖ σοι τὸ βραχὺτοῦτο κοσμίως διαπερᾶσαι;
- Οἵαν ὕλην καὶ ὑπόθεσιν φεύγεις˙ τί γάρ ἐστι πάντα ταῦταἄλλο πλὴν γυμνάσματα λόγου ἑωρακότος ἀκριβῶς καὶ φυσιολόγωςτὰ ἐν τῷ βίῳ; μένε οὖν, μέχρι ἐξοικειώσῃς σεαυτῷ καὶταῦτα, ὡς ὁ ἐῤῥωμένος στόμαχος πάντα ἐξοικειοῖ, ὡς τὸ λαμπρὸνπῦρ, ὅ τι ἂν ‹ἐμ›βάλῃς, φλόγα ἐξ αὐτοῦ καὶ αὐγὴν ποιεῖ.
- Μηδενὶ ἐξέστω εἰπεῖν ἀληθεύοντι περὶ σοῦ ὅτι οὐχ ἁπλοῦς ἢὅτι οὐκ ἀγαθός, ἀλλὰ ψευδέσθω, ὅστις τούτων τι περὶ σοῦὑπολήψεται. πᾶν δὲ τοῦτο ἐπὶ σοί˙ τίς γὰρ ὁ κωλύων ἀγαθὸνεἶναί σε καὶ ἁπλοῦν; σὺ μόνον κρῖνον μηκέτι ζῆν, εἰ μὴ τοιοῦτοςἔσῃ˙ οὐδὲ γὰρ αἱρεῖ λόγος μὴ τοιοῦτον ὄντα.
- Τί ἐστι τὸ ἐπὶ ταύτης τῆς ὕλης δυνάμενον κατὰ τὸ ὑγιέστατονπραχθῆναι ἢ ῥηθῆναι; ὅ τι γὰρ ἂν τοῦτο ᾖ, ἔξεστιν αὐτὸ πρᾶξαιἢ εἰπεῖν καὶ μὴ προφασίζου ὡς κωλυόμενος. Οὐ πρότερον παύσῃστένων πρὶν ἢ τοῦτο πάθῃς, ὅτι οἷόν ἐστι τοῖς ἡδυπαθοῦσιν ἡτρυφή, τοιοῦτό σοι τὸ ἐπὶ τῆς ὑποβαλλομένης καὶ ὑποπιπτούσηςὕλης ποιεῖν τὰ οἰκεῖα τῇ τοῦ ἀνθρώπου κατασκευῇ˙ ἀπόλαυσινγὰρ δεῖ ὑπολαμβάνειν πᾶν ὃ ἔξεστι κατὰ τὴν ἰδίαν φύσιν ἐνεργεῖν.πανταχοῦ δὲ ἔξεστι. τῷ μὲν οὖν κυλίνδρῳ οὐ πανταχοῦ δίδοταιφέρεσθαι τὴν ἰδίαν κίνησιν οὐδὲ τῷ ὕδατι οὐδὲ πυρὶ οὐδὲ τοῖςἄλλοις ὅσα ὑπὸ φύσεως ἢ ψυχῆς ἀλόγου διοικεῖται˙ τὰ γὰρδιείργοντα καὶ ἐνιστάμενα πολλά˙ νοῦς δὲ καὶ λόγος διὰ παντὸςτοῦ ἀντιπίπτοντος οὕτως πορεύεσθαι δύναται ὡς πέφυκε καὶ ὡςθέλει. ταύτην τὴν ῥᾳστώνην πρὸ ὀμμάτων τιθέμενος, καθ ἣνἐνεχθήσεται ὁ λόγος διὰ πάντων (ὡς πῦρ ἄνω, ὡς λίθος κάτω, ὡςκύλινδρος κατὰ πρανοῦς), μηκέτι μηδὲν ἐπιζήτει˙ τὰ γὰρ λοιπὰἐγκόμματα ἤτοι τοῦ σωματίου ἐστὶ τοῦ νεκροῦ, ἢ χωρὶςὑπολήψεως καὶ τῆς αὐτοῦ τοῦ λόγου ἐνδόσεως οὐ θραύει οὐδὲποιεῖ κακὸν οὐδ ὁτιοῦν. ἐπεί τοι καὶ ὁ πάσχων αὐτὸς κακὸς ἂνεὐθὺς ἐγίνετο˙ ἐπὶ γοῦν τῶν ἄλλων κατασκευασμάτων πάντων, ὅτι ἂν κακόν τινι αὐτῶν συμβῇ, παρὰ τοῦτο χεῖρον γίνεται αὐτὸτὸ πάσχον˙ ἐνταῦθα δέ, εἰ δεῖ εἰπεῖν, καὶ κρείττων γίνεται ὁἄνθρωπος καὶ ἐπαινετώτερος, ὀρθῶς χρώμενος τοῖς προσπίπτουσιν.ὅλως δὲ μέμνησο ὅτι τὸν φύσει πολίτην οὐδὲν βλάπτειὃ πόλιν οὐ βλάπτει, οὐδέ γε πόλιν βλάπτει ὃ νόμον οὐ βλάπτει˙τούτων δὲ τῶν καλουμένων ἀκληρη μάτων οὐδὲν βλάπτει νόμον.ὃ τοίνυν νόμον οὐ βλάπτει, οὔτε πόλιν οὔτε πολίτην.
- Τῷ δεδηγμένῳ ὑπὸ τῶν ἀληθῶν δογμάτων ἀρκεῖ καὶ τὸβραχύτατον καὶ ἐν μέσῳ κείμενον εἰς ὑπόμνησιν ἀλυπίας καὶἀφοβίας, οἷον˙ φύλλα τὰ μέν τ ἄνεμος χαμάδις χέει˙ ὣς ἀνδρῶνγενεή. φυλλάρια δὲ καὶ τὰ τεκνία σου, φυλλάρια δὲ καὶ ταῦτατὰ ἐπιβοῶντα ἀξιοπίστως καὶ ἐπευφημοῦντα ἢ ἐκ τῶν ἐναντίωνκαταρώμενα ἢ ἡσυχῇ ψέγοντα καὶ χλευάζοντα, φυλλάρια δὲὁμοίως καὶ τὰ διαδεξόμενα τὴν ὑστεροφημίαν. πάντα γὰρ ταῦτα“ἔαρος ἐπιγίγνεται ὥρ”˙ εἶτα ἄνεμος καταβέβληκεν˙ ἔπειθ ὕληἕτερα ἀντὶ τούτων φύει. τὸ δὲ ὀλιγοχρόνιον κοινὸν πᾶσιν, ἀλλὰσὺ πάντα ὡς αἰώνια ἐσόμενα φεύγεις καὶ διώκεις. μικρὸν καὶκαταμύσεις, τὸν δὲ ἐξενεγκόντα σε ἤδη ἄλλος θρηνήσει.
- Τὸν ὑγιαίνοντα ὀφθαλμὸν πάντα ὁρᾶν δεῖ τὰ ὁρατὰ καὶ μὴλέγειν˙ τὰ χλωρὰ θέλω˙ τοῦτο γὰρ ὀφθαλμιῶντός ἐστιν. καὶ τὴνὑγιαίνουσαν ἀκοὴν καὶ ὄσφρησιν εἰς πάντα δεῖ τὰ ἀκουστὰ καὶὀσφραντὰ ἑτοίμην εἶναι, καὶ τὸν ὑγιαίνοντα στόμαχον πρὸς πάντατὰ τρόφιμα ὁμοίως ἔχειν ὡς μύλην πρὸς πάντα ὅσα ἀλέσουσακατεσκεύασται. καὶ τοίνυν τὴν ὑγιαίνουσαν διάνοιαν πρὸς πάνταδεῖ τὰ συμβαίνοντα ἑτοίμην εἶναι, ἡ δὲ λέγουσα˙ τὰ τεκνία σῳζέσθω, καί˙ πάντες ὅ τι ἂν πράξω ἐπαινείτωσαν, ὀφθαλμός ἐστιτὰ χλωρὰ ζητῶν ἢ ὀδόντες τὰ ἁπαλά.
- Οὐδείς ἐστιν οὕτως εὔποτμος ᾧ ἀποθνῄσκοντι οὐ παρεστήξονταίτινες ἀσπαζόμενοι τὸ συμβαῖνον κακόν. σπουδαῖοςκαὶ σοφὸς ἦν˙ μὴ τὸ πανύστατον ἔσται τις ὁ καθ αὑτὸν λέγων˙ἀναπνεύσομέν ποτε ἀπὸ τούτου τοῦ παιδαγωγοῦ; χαλεπὸς μὲνοὐδενὶ ἡμῶν ἦν, ἀλλὰ ᾐσθανόμην ὅτι ἡσυχῇ καταγινώσκει ἡμῶν.ταῦτα μὲν οὖν ἐπὶ τοῦ σπουδαίου, ἐφ ἡμῶν δὲ πόσα ἄλλα ἐστί,δἰ ἃ πολὺς ὁ ἀπαλλακτιῶν ἡμῶν. τοῦτο οὖν ἐννοήσεις ἀποθνῄσκων καὶ εὐκολώτερον ἐξελεύσῃ, λογιζόμενος˙ ἐκ τοιούτου βίουἀπέρχομαι, ἐν ᾧ αὐτοὶ οἱ κοινωνοί, ὑπὲρ ὧν τὰ τοσαῦτα ἠγωνισάμην,ηὐξάμην, ἐφρόντισα, αὐτοὶ ἐκεῖνοι θέλουσί με ὑπάγειν,ἄλλην τινὰ τυχὸν ἐκ τούτου ῥᾳστώνην ἐλπίζοντες. τί ἂν οὖν τιςἀντέχοιτο τῆς ἐνταῦθα μακροτέρας διατριβῆς; μὴ μέντοι διὰ τοῦτοἔλαττον εὐμενὴς αὐτοῖς ἄπιθι, ἀλλὰ τὸ ἴδιον ἔθος διασῴζων,φίλος καὶ εὔνους καὶ ἵλεως˙ καὶ μὴ πάλιν ὡς ἀποσπώμενος, ἀλλὥσπερ ἐπὶ τοῦ εὐθανατοῦντος εὐκόλως τὸ ψυχάριον ἀπὸ τοῦσώματος ἐξειλεῖται, τοιαύτην καὶ τὴν ἀπὸ τούτων ἀποχώρησινδεῖ γίνεσθαι˙ καὶ γὰρ τούτοις ἡ φύσις συνῆψε ‹σε› καὶ συνέκρινεν,ἀλλὰ νῦν διαλύει. διαλύομαι ὡς ἀπὸ οἰκείων μέν, οὐ μὴνἀνθελκόμενος ἀλλ ἀβιάστως˙ ἓν γὰρ καὶ τοῦτο τῶν κατὰ φύσιν.
- Ἔθισον ἐπὶ παντός, ὡς οἷόν τε, τοῦ πρασσομένου ὑπό τινοςἐπιζητεῖν κατὰ σαυτόν˙ οǷτος τοῦτο ἐπὶ τί ἀναφέρει; ἄρχου δὲἀπὸ σαυτοῦ καὶ σαυτὸν πρῶτον ἐξέταζε.
- Μέμνησο ὅτι τὸ νευροσπαστοῦν ἐστιν ἐκεῖνο τὸ ἔνδον ἐγκεκρυμμένον˙ἐκεῖνο ἐνέργεια, ἐκεῖνο ζωή, ἐκεῖνο, εἰ δεῖ εἰπεῖν,ἄνθρωπος. μηδέποτε συμπεριφαντάζου τὸ περικείμενον ἀγγειῶδεςκαὶ τὰ ὀργάνια ταῦτα τὰ περιπεπλασμένα˙ ὅμοια γάρ ἐστισκεπάρνῳ, μόνον διαφέροντα, καθότι προσφυῆ ἐστιν. ἐπεί τοιοὐ μᾶλλόν τι τούτων ὄφελός ἐστι τῶν μορίων χωρὶς τῆς κινούσηςκαὶ ἰσχούσης αὐτὰ αἰτίας, ἢ τῆς κερκίδος τῇ ὑφαντρίᾳ καὶ τοῦκαλάμου τῷ γράφοντι καὶ τοῦ μαστιγίου τῷ ἡνιόχῳ.