Μετάβαση στο περιεχόμενο

Σύριγξ

Από Βικιθήκη
Σύριγξ
Συγγραφέας:


Οὐδενὸς εὐνάτειρα μακροπτολέμοιο δὲ μάτηρ
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ,
ἀλλ᾽ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,
οὔνομ᾽ ὅλον δίζων, ὃς τᾶς Μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώκεος,
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ
ἕλκος ἄγαλμα πόθοιο πυρισμαράγου,[1]
ὃς σβέσεν ἀνορέαν ἰσαυδέα 10
παπποφόνου Τυρίας τ᾽ ἐξήλασεν·[2]
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
πῆμα Πάρις θέτο Σιμιχίδας·
ψυχὰν ᾇ[3] βροτοβάμων
στήτας οἶστρε Σαέττας
κλωποπάτωρ ἀπάτωρ
λαρνακόγυιε χαρεὶς[4]
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ,
Καλλιόπᾳ 20
νηλεύστῳ.

  1. ↑ mss also πυρισφαράγου
  2. ↑ so Haeb: mss ἀφείλετο or gap
  3. ↑ ᾇ Hecker: mss also ἁεὶ or ὦ
  4. ↑ χαρεὶς Heck: mss χαίρεις