Συναγωγή παροιμιών/Αρχή του φʹ στοιχείου

Από Βικιθήκη
Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ φ΄στοιχείου



Τὸ φʹ μετὰ τοῦ αʹ[Επεξεργασία]


Φαλλ‹ικὸ›ν ποίημα.
Φαλάριδος ἀρχὴ καὶ Ἐχέτου.
Φασηλιωτῶν θῦμα.
Φάων ὑπάρχεις τωι κάλλει καὶ τὸν τρόπον.
Φέρει καὶ ὄρνις γάλα.

Τὸ φʹ μετὰ τοῦ εʹ[Επεξεργασία]


Φεραύλας βληθεὶς οὐδαμῆ μετεστράφη.

Τὸ φʹ μετὰ τοῦ ιʹ[Επεξεργασία]


Φιλοτιμοῦνται ὡς Μεμφίται τοῖς τῆς Ἴσιδος πλοκάμοις καὶ Θηβαῖοι τοῖς τοῦ Γηρυόνου ὀστοῖς καὶ Τεγεᾶται τῶι τοῦ Καλυδωνίου δέρματι.
Φίλος ἀνεπίκαρπος χείρων ἐχθροῦ.
Φιλία παρδάλεως.
Φιλίππου Ἀλεκτρυών.
Φιλέψιος ὅδε τὸν τρόπον.
Φιλεῖ δὲ τῶι κάμνοντι συσπεύδειν θεός.

Τὸ φʹ μετὰ τοῦ οʹ[Επεξεργασία]


Φοινίκων συνθῆκαι.
Φόνου πτερόν. - Θανάτου πτερόν.
Φοινικήϊα γράμματα.
Φορμίωνος στιβάς.
Φοινίκων αὖθις ἐπιθυμεῖ.
Φοβερὸν καὶ τὸ παθεῖν ὑπὸ τυράννου καλῶς.
Φοβερώτερόν ἐστι στρατόπεδον ἐλάφων ἡγουμένου λέοντος, ἢ λεόντων ἐλάφου.
Φοίβου πότ᾽ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.

Τὸ φʹ μετὰ τοῦ ρʹ[Επεξεργασία]


Φουρᾶς ἄιδων.
Φουρεῖν ἢ πλουτεῖν.
Φάσω σου τοῖς σοροπηγοῖς τὴν μανίαν.
Φρουρήσεις ἐν Ναυπάκτωι.
Φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Φρὺξ μηδὲν ἥττων Σπινθάρου.
Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος.
Φρυνώνδας ἄλλος.
Φρυνίχου πάλαισμα.

Τὸ φʹ μετὰ τοῦ υʹ[Επεξεργασία]


Φυλακὴν γυμνῶι ἐπιτάττεις.
Φύσει γὰρ ἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταις.
Φύσει γυνὴ δυσήνιον καὶ πικρόν.

Τὸ φʹ μετὰ τοῦ ωʹ[Επεξεργασία]


Φώκου ἔρανος.
Φωνά τοι τίς ἐντι καὶ οὐδὲν ἄλλο.