Συναγωγή παροιμιών/Αρχή του ιʹ στοιχείου
Εμφάνιση
←Ἀρχὴ τοῦ θʹ στοιχείου | Συναγωγὴ παροιμιῶν Συγγραφέας: Ἀρχὴ τοῦ ιʹ στοιχείου |
Ἀρχὴ τοῦ κʹ στοιχείου→ |
Τὸ ιʹ μετὰ τοῦ αʹ
[Επεξεργασία]
Ἰαλέμου ψυχρότερος.
Ἴανος ἄλλος.
Ἰαίνεται τῆι διηγήσει τῶν τοιούτων λόγων.
Ἴαμα γλώττης, ἐγκράτεια κοιλίας.
Τὸ ιʹ μετὰ τοῦ δʹ
[Επεξεργασία]
Ἰδοὺ Ῥόδος, ἰδοὺ καὶ πήδημα.
Τὸ ιʹ μετὰ τοῦ εʹ
[Επεξεργασία]
Ἱερὰ ἄγκυρα.
Ἱερόσυλος θεοσεβεῖ.
Τὸ ιʹ μετὰ τοῦ λʹ
[Επεξεργασία]
Ἰλιὰς κακῶν ἐπήιει.
Τὸ ιʹ μετὰ τοῦ μʹ
[Επεξεργασία]
Ἱματίωι πῦρ περιστέλλεις.
Ἱματισμὸς Διονυσίου.
Τὸ ιʹ μετὰ τοῦ νʹ
[Επεξεργασία]
Ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς.
Ἴνους ἄχη.
Τὸ ιʹ μετὰ τοῦ πʹ
[Επεξεργασία]
Ἱππομένους ἀσεβέστερος.
Ἵππωι γηράσκοντι τὰ μείονα κύκλ᾽ ἐπίβαλλε.
Ἱππόλυτον μιμήσομαι.
Ἱππου μὲν ἀρετὴν ἐν πολέμωι, φίλου δὲ πίστιν ἐν ἀτυχίαι κρίνομεν.
Ἵππον εἰς πεδίον διδάσκεις τρέχειν.
Ἵππος με φέρει καὶ βασιλεύς με τρέφει.
Ἱππέας εἰς πεδίον προκαλῆι.
Τὸ ιʹ μετὰ τοῦ σʹ
[Επεξεργασία]
Ἴσως Ἐριννύς ἐστιν ἐκ τραγωιδίας.
Ἱστὸν ἀράχνης.
Ἴσα πόλεμον οὐ ποιεῖ.
Ἰσότης φιλότης.
Τὸ ιʹ μετὰ τοῦ χʹ
[Επεξεργασία]
Ἰχθὺς ἐκ τῆς κεφαλῆς ὄζειν ἄρχεται.
Ἰχθὺν νήχεσθαι διδάσκεις.