Μετάβαση στο περιεχόμενο

Συναγωγή παροιμιών/Αρχή του αʹ στοιχείου

Από Βικιθήκη
Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ αʹ στοιχείου


Τὸ αʹ μετὰ τοῦ βʹ

[Επεξεργασία]


Ἀβυδηνῶν ἐπιφόρημα.
Ἄβυδός ἐστιν.
Ἀβασάνιστος ἄνθρωπος εἶ.
Ἄβρωνος βίος.
Ἃ ἄν σοι λογιζομένωι βέλτιστα, ταῦτα τοῖς ἔργοις ἐπιτέλει.

Τὸ αʹ μετὰ τοῦ γʹ

[Επεξεργασία]


Ἀγαθῶν θάλασσα.
Ἀγαθῶν πόντος.
Ἀγαθῶν σωρός.
Ἀγαθῶν μυρμηκιά.
Ἀγαθώνειος αὔλησις.
Ἀγαθὴ καὶ μᾶζα μετ᾽ ἄρτον.
Ἀγαθὸς ψάλτης, ἀγαθὸς ζωμοποιός.
Ἀγαθοῦ Δαίμονος.
Ἀγαθὰ Κιλίκων.
Ἀγέλαστος πέτρα.
Ἁγνότερος πηδαλίου.
Ἀγαθῶν ἀγαθίδες.
Ἁγνὴ γάμων.
Ἀγρὸς ἡ πόλις.
Ἀγορὰ λύκιος.
Ἀγορὰ Κερκώπων.
Ἄγουσιν ἑορτὴν οἱ κλέπται.
Ἀγυῥριός ἐστι Προνόμου πώγων᾽ ἔχων.
Ἀγύρτης εἶ.
Ἀγόμενος διὰ φρατόρων κύων.
Ἀγραπτότατος βάτος αὖος.
Ἀγεωμέτρητος μηδεὶς εἰσίτω.
Ἀγρίππου ἀκαρπότερος.
Ἀγροίκου μὴ καταφρόνει ῥήτορος.
Ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.
Ἀγροῦ πυγή.
Ἀγὼν οὐ δέχεται σκήψεις.
Ἀγαμέμνονος θυσία.
Ἀγαμεμνόνεια φρέατα.
Ἀγαθοὶ δ᾽ ἀριδάκρυες ἄνδρες.
Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.

Τὸ αʹ μετὰ τοῦ δʹ

[Επεξεργασία]


Ἆιδε τὰ Τέλληδος.
Ἄδακρυς πόλεμος.
Ἅδου πρωκτῶι περιπέσηις.
Ἀδεὲς δέος δέδοικας.
Ἀδράστεια Νέμεσις.
Ἄιδεις ἔχων.
Ἄιδεις πρὸς μυρίνην.
Ἀδώνιδος κῆπος.
Ἀδικεῖ τοὺς ἀγαθοὺς ὁ φειδόμενος τῶν κακῶν.
Ἄδικος δικαστὴς μεμολυσμένη συνείδησις.
Ἀδικείτω μοι πλούσιος, καὶ μὴ πένης.
Ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλεῦνα δωρεῖται φίλοις.
Ἀδαπάνητός ἐστι τῆς εὐποιΐας ὁ πλοῦτος.
Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέον.
Ἀδελφὸς ἀνδρὶ παρείη.
Ἁ δὲ χεὶρ την χεῖρα νίζει.
Ἀδδηφάγον ἅρμα.
Ἀδδηφάγος τριήρης.
Ἀδδηφάγος λύχνος.
Ἀδδηφάγον πεντηκόντερον.

Τὸ αʹ μετὰ τοῦ εʹ

[Επεξεργασία]


Ἀεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει.
Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος.
Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι.
Ἀεὶ τοῖς μικροῖς μικρὰ διδοῦσι θεοί.
Ἀετὸν ἵπτασθαι διδάσκεις.
Ἀετὸν κορώνη ἐρεσχελεῖ.
Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας.
Ἀετὸς μυίας οὐ θηρεύει.
Ἀετὸς ἐν νεφέλαις.
Ἀετοῦ γῆρας, κορύδου νεότης.
Ἀετὸς θρίπας ὁρᾶι.
Ἀετὸς εἰς θήραν.
Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν.
Ἀεὶ φέρει Λιβύη κακόν.
Ἀετὸν κάνθαρος μαιεύεται.

Τὸ αʹ μετὰ τοῦ ζʹ

[Επεξεργασία]


Ἄζηλος πλοῦτος ὅτι τυφλός.
Ἀζαναῖα κακά.

Τὸ αʹ μετὰ τοῦ ηʹ

[Επεξεργασία]


Ἀηκίζεσθαί μοι δοκεῖς.
Ἀηδόνες λέσχαις ἐγκαθήμεναι.

Τὸ αʹ μετὰ τοῦ θʹ

[Επεξεργασία]


Ἀθηνᾶι τὸν αἴλουρον.
Ἀθύρωτον στόμα.
Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός.
Ἀθάνατόν ἐστι κακὸν καὶ ἀναγκαῖον γυνή.

Τὸ αʹ μετὰ τοῦ ιʹ

[Επεξεργασία]


Αἰθέρα νήνεμον αἱρήσεις.
Αἰγιστέου πήδημα.
Αἰγιεῖς οὔτε τρίτοι, οὔτε τέταρτοι.
Αἰγὸς τρόπος. - Ἡ Αἲξ δοῦσα τὴν μάχαιραν.
Αἲξ Σκυρία.
Αἱ Οἰδίποδος ἀραί.
Αἵματι κλαίειν.
Αἶρε πλῆκτρον.
Αἴρειν ἔξω πόδα πηλοῦ.
Αἴρειν ἔξω πόδα αἰτίας.
Αἴτει καὶ τοὺς ἀνδριάντας ἄλφιτα.
Αἰζωνιεὺς ἄλλος.
Αἰεὶ τὰ πέρυσι βελτίω.
Αἱρήσω τάχα.
Αἰσχύνομαι τὴν φιλότητα γηράσκων.
Αἰθίοψ οὐ λευκαίνεται.
Αἱροῦντες ἡιρήμεθα.
Αἰσχύνη πόλεως πολίτου ἁμαρτία.
Αἰθίοπα σμήχεις. - Χύτρας ποικίλλεις Ὠὸν τίλλεις.
Αἰσχρόν τοι δῆρόν τε μένειν κενεόν τε νεέσθαι.
Αἰσώπειον αἷμα.
Αἴρειν μασχάλην.
Αἶρε δάκτυλον.
Αἰγιθάλου τολμηρότερος.
Αἰσώπειον αἷμα.
Αἰέτιον χάριν ἐκτίσω.
Αἰτναῖος κάνθαρος.
Ἄϊδος κυνῆ.
Αἴθεις ἐν πέπλωι.
Αἴθης πέπλος.
Αἱ Χάριτες γυμναί.
Αἱ Χάριτες οὐκ ἐν οὐρανῶι.
Αἴολος ἀνὴρ εἰς βόθρον ἐμπεσεῖται.
Αἰγιαλῶι λαλεῖς.
Αἱ Ἰβύκου γέρανοι.
Αἱ λαχάνων προσθῆκαι.
Αἰάντειος γέλως.
Αἴξ οὔπω τέτοκεν, ἔριφος δ᾽ ἐπὶ δώματος παίζει.
Αἰεὶ γέροντι νέα προσβάλλει κόρην.

Τὸ αʹ μετὰ τοῦ κʹ

[Επεξεργασία]


Ἀκεσσαίου σελήνη.
Ἀκαιρος ἐύνοια οὐδὲν ἔχθρας διαφέρει.
Ἀκλητοὶ κωμάζουσιν εἰς φίλους φίλοι.
Ἄκουε τοῦ τέτταρα ὦτα ἔχοντος.
Ἀκεσίας ἰάσαιτο.
Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.
Ἀκρὶς δυσκίνητος χλωρά.
Ἄκις ποταμός.
Ἄκρον λάβε καὶ μέσον ἕξεις.
Ἀκούσατε νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.
Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργα.
Ἄκουε τὰ ἀπὸ καρδίας.
Ἀκάνθιος τέττιξ.
Ἀκαδημίηθεν ἥκεις.
Ἀκέφαλος μῦθος. - Ἀκέφαλον καταλίποιμι μῦθον.
Ἀκίνητα κινεῖς.
Ἄκισσος μετ᾽ Ἀνθεστήρια.
Ἄκρωι ἅψασθαι δακτύλωι.
Ἄκμων μέγιστος οὐ φοβεῖται τοὺς ψόφους· (Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν.)
Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν.
Ἄκων δ᾽ ἁμαρτῶν οὔτις ἀνθρώπων κακός.
Ἀκόνην σιτίζεις.

Τὸ αʹ μετὰ τοῦ λʹ

[Επεξεργασία]


Ἅλας ἄγων καθεύδεις. (Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ᾽ ἔβη.)
Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν.
Ἄλλο ἄιδεις.
Ἀληθέστερα τῶν ἐπὶ Σάγραι.
Ἀλεκτρυὼν ἐπιπηδᾶι.
Ἁλμυρὰν ἀκοὴν ἀπεκλύσατο ποτίμωι λόγωι.
Ἀληλεσμένος βίος καὶ μεμαγμένος.
Ἄλλην δρῦν βαλάνιζε.
Ἀλώπηξ δωροδοκεῖται. (Ἀλώπηξ οὐ δωροδοκεῖται. )
Ἅλμη οὐκ ἔστιν ἐν αὐτῶι.
Ἀλιτήριος εἶ.
Ἀλκυονίτιδας ἡμέρας ἄγεις.
Ἀλώπηξ τὸν βοῦν ἐλαύνει.
Ἁλιεὺς πληγεὶς νοῦν οἴσει.
Ἁλιεὺς ὢν, εἶτα τραγωιδοὺς ἐμισθώσω.
Ἁλμυρὸν γειτόνημα ἔμβλεπε πόρρω.
Ἄλλοι μὲν σπείρουσι, ἄλλοι δ᾽ ἀμήσονται.
Ἄλλοτε μητρυιὴ πέλει ἡμέρα, ἄλλοτε μήτηρ.
Ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων.
Ἁλώνητον ἀνδράποδον.
Ἁλῶν μέδιμνον ἀποφαγών.
Ἄλλοι κάμον, ἄλλοι δ᾽ ὤναντο.
Ἀλωπελίζειν πρὸς ἑτέραν ἀλώπεκα.
Ἄλλως ἄιδεις.
Ἄλλο γλαῦξ, ἄλλο κορώνη φθέγγεται.
Ἄλλην μὲν ἐξηντλοῦμεν, ἥδ᾽ ἐπιρρέει.
Ἁλσὶ διασμηχθεὶς ὄναιτ᾽ ἂν οὑτοσίν.
Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος υἱός.
Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γομφίοι.
Ἀλλότριον ἀμᾶις θέρος.
Ἀλκήστιδος ἀνδρεία.
Ἀλκήστιδος ἀναβίωσις.
Ἄλλοτε δ᾽ ἀλλοῖον τελέθειν καὶ χώραι ἕπεσθαι.
Ἄλλος οὗτος Ἡρακλῆς.
Ἅλα καὶ κύαμον.
Ἅλις δρυός.
Ἄλλος βίος, ἄλλη δίαιτα.
Ἄλλ᾽ οὐδὲν δεῖ περὶ τὸν βωμὸν τάς ἐπινοίας.
Ἀλλ᾽ οὐκ αὖθις ἀλώπηξ.
Ἄλλα μὲν Λεύκωνος ὄνος φέρει, ἄλλα δὲ Λεύκων.
Ἄλλο γένος κώπης.
Ἀλλ᾽ οὐ τὸ μέγα εὖ ἐστί, τὸ δὲ εὖ μέγα.
Ἄλλη τορέλλη.
Ἀλλότρια βάλλειν.
Ἄλλως ἀναλίσκεις ὕδωρ.
Ἀλλότριον ἀμᾶις θέρος.
Ἄλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῶι γράμματι.

Τὸ αʹ μετὰ τοῦ μʹ

[Επεξεργασία]


Ἀμαλθείας κέρας.
Ἀμαῖα τὴν Ἀζησίαν μετῆλθεν.
Ἅμαξα τὸν βουν ἕλκει.
Ἀμφιδρομίαν ἄγεις.
Ἀμφιθέτωι ἔπινες.
Ἀμφιθαλὴς Ἔρως ἐστὶν ἐν ὑμῖν.
Ἁμαρτίης αἰτίη, ἡ ἀμαθίη τοῦ κρέσσονος.
Ἄμυρις μαίνεται.
Ἅμματα πλέκεις.
Ἀμυστὶ πίνειν.
Ἄμας ἀπήιτουν, οἱ δ᾽ ἀπηρνοῦντο σκάφας.
Ἁμαρτεῖν οὐκ ἔνεστι δὶς ἐν πολέμωι.
Ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον λέγε.
Ἀμνία θερίζειν.
Ἅμ᾽ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις.
Ἀμουσότερα Λειβηθρίων.
Ἀμείνων οἰωνῶν τυχεῖν.
Ἀμελοῦς γωνία.
Ἀμφικτυονικὸν συνέδριον.
Ἄμμον μετρεῖν.
Ἄμμες πότ᾽ ἦμες ἄλκιμοι νεανίαι.
Ἄμμες πότ᾽ ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω.
Ἀμύνει ὡς ἔοικεν ἡ πάγη.
Ἀμαθὴς ἀναξυρίδα περιθέμενος πᾶσι ταύτην ἐδείκνυ.
Ἁμαξιαῖα ῥήματα.
Ἅμ᾽ ἔπος, ἅμ᾽ ἔργον.
Ἅμα δίδου καὶ λάμβανε.

Τὸ αʹ μετὰ τοῦ νʹ

[Επεξεργασία]


Ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος.
Ἀναρχίας γὰρ μεῖζον οὐκ ἔστι κακόν.
Ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς.
Ἂν τοὺς φίλους μισῶμεν, τὶ ποιήσομεν τοὺς μισοῦντας.
Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
Ἀνδραποδώδης θρίξ.
Ἀνδριάντα γαργαλίζεις.
Ἀνδρὸς γέροντος μήποτ᾽ ἐς πυγὴν ὁρᾶν.
Ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων.
Ἀνδρὶ σοφῶι πᾶσα γῆ βατή.
Ἀνδρὸς δ᾽ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
Ἀντ᾽ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.
Ἄνθρακες ὁ θησαυρός.
Ἀν πολλὰ βάληις, ἄλλοτ᾽ ἀλλοῖον βαλεῖς.
Ἄνθρωπος εὔριπος.
Ἄνθρωπος ἀνθρώπωι δαιμόνιον.
Ἀντρώνιος ὄνος.
Ἀνέλπιστον βίον ζῆις.
Ἄνω ποταμῶν χωροῦσι πηγαί.
Ἀνερρίφθω κύβος.
Ἀνενδεὴς ὁ θεός.
Ἄνευ τύχης γὰρ πόνος μονωθεὶς οὐκέτ᾽ ἀλγύνει βροτούς.
Ἂν χωλῶι παροικήσηις, ὑποσκάζειν μαθήσηι.
Ἀνίπτοις χερσίν.
Ἀναγυράσιος δαίμων.
Ἀνὴρ ἀτεχνὴς τοῖς πᾶσιν ἐστὶ δοῦλος.
Ἀνοίκειον ἐν τῶι πένθει γεωμετρία.
Ἀνδρὶ Λυδῶι πράγματα οὐκ ἦν, ἀλλ᾽ αὐτὸς ἐλθὼν ἐπρίατο.
Ἀντλεῖ ἀμφοτέροις.
Ἀντιπελαργεῖν.
Ἀνήρ ὑπνώδης εὑρετὴς ὀνειράτων.
Ἄνθρωπος ὢν ἔπταικας, ἐν δὲ τῶι βίωι τέρας ἐστίν, εἴ τις εὐτύχηκε διὰ βιοῦ.
Ἀναμὶξ ἀγκύλων ἱππόται.
Ἀντιόπης θρῆνος.
Ἂν οἶνον αἰτῆι, κόνδυλον αὐτῶι δίδου.
Ἀνακυμβαλιάζεις τοὺς δίφρους.
Ἀνέμους γεωργεῖν.
Ἄνους ὁ μακρός.
Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον.
Ἀνάγκηι οὐδὲ θεοὶ μάχονται.
Ἂν μὴ παρῆι κρέας, ταρίχωι στερκτέον.
Ἀντὶ πέρκης σκόρπιον.
Ἄνδρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης· θνητὸς πεφυκὼς τἀπί σοι πειρῶ βλέπειν.
Ἀνδρὸς γέροντος οἱ γνάθοι βακτηρία.
Ἄνθρωπος ἀνθρώπου δαιμόνιον.
Ἀνὴρ φεύγων οὐ μένει λύρας κτύπον.
Ἄντης ποτός.
Ἂν στρουθὸς εἰς χάρακας.
Ἄνεμον δικτύωι θηρᾶις.
Ἀνέμου πεδίον.
Ἄνευ ἀπὸ μείζονος ἀνδρός.
Ἄνευ ξύλου μὴ βάδιζε.
Ἀνόητος νεοττὸς ἑκὼν δείκνυσι τὴν ἑαυτοῦ νοσσιάν.
Ἄνθρωπος εὔριπος. - Τύχη εὔριπος. - Διάνοια εὔριπος.
Ἀνεπαρίασαν.
Ἀνίπτοις ποσὶν ἀναβαίνει ἐπὶ τὸ τέγος.
Ἀναίμακτον ἕστησε τρόπαιον.
Ἀντὶ κακῆς κυνὸς ὓν ἀπαιτεῖς.
Ἄνοια θνητοῖς δυστύχημα αὐθαίρετον.
Ἀνεωιγμέναι Μουσῶν θύραι.
Ἂν μὴ λεοντῆι ἐξικνεῖται, τὴν ἀλωπεκῆν πρόσαψον.

Τὸ αʹ μετὰ τοῦ ξʹ

[Επεξεργασία]


Ἄξιος τριχός.
Ἄξιος τοῦ παντός.
Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος.
Ἀξία ἡ κύων τοῦ θρόνου.
Ἄξιος λαβεῖν ὁ μισθός.

Τὸ αʹ μετὰ τοῦ πʹ

[Επεξεργασία]


Ἀπαιδευτότερος Φιλωνίδου τοῦ Μελιτέως.
Ἀπιὼν εἰς Ἀπατούρια, ἐπανῆκες Θαργηλιῶνα.
Ἅπαντα τοῖς καλοῖς ἀνδράσι πρέπει.
Ἄπνοια ἐχίνου.
Ἀπορία ψάλτου, βήξ.
Ἀπὸ καλοῦ ξύλου κἂν ἀπάγξασθαι.
Ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις.
Ἀπόγλουτος ὑπάρχεις.
Ἀπ᾽ ἀκροφυσίων λόγους ἐνδεικνύναι.
Ἀπορρὼξ Ἐριννύων.
Ἀπόλογος Ἀλκίνου.
Ἀπίδων πανδαισία.
Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς.
Ἀπελθόντων τῶν ὀμμάτων τὰ τῆς μνήμης ἄξια ἐκ τοῦ νοῦ ῥαιδίως ἐκφεύγει.
Ἅπανθ᾽ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή.
Ἅπασαν τὴν οὐσίαν ἠμφίασται.
Ἀποστολικὴν διάγεις πολιτείαν.
Ἅπερ οἱ γῦπες.
Ἄπληστον τὸ διὰ παντὸς κέρδος.
Ἀπορραγήσεται τεινόμενον τὸ καλώδιον.
Ἀπὸ γραμμῆς.
Ἀπόλεμος.
Ἀπὸ λεπτοῦ μίτου τὸ ζῆν ἠρτῆσθαι.
Ἀποφράδες ἡμέραι.
Ἀπὸ λύκου θύρας.
Ἄπλυτον πώγων᾽ ἔχεις.
Ἀπ᾽ ὄνου καταπεσών.
Ἀπὸ ὄνων ἐφ᾽ ἵππους.
Ἄπληστος πίθος.
Ἁπλοῦν θύλακον πατεῖ.
Ἀπὸ μείζονος ἀνδρὸς ἄλευ.
Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος οὔρησεν.
Ἅπαντα σοφοῖς ῥᾶιστα.
Ἄπαγε μόθωνα ἀπὸ κώπης.
Ἄπαγε ξένον ἐν χειμῶνι.
Ἅπας μὲν ἀὴρ ἀετῶι περάσιμος· - ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίωι πατρίς.
Ἅπανθ᾽ ὁ λιμὸς γλυκέα πλῆν αὑτοῦ ποιεῖ· πενία γάρ ἐστιν ἡ τρόπων διδάσκαλος.
Ἀπώλεσας τὸν οἶνον, ἐπιχέας ὕδωρ.
Ἀπὸ Δωρίου ἐπὶ Φρύγιον.
Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.
Ἅπας ἐχῖνος τραχύς.
Ἅπαν τὸ λυποῦν ἐστὶν ἀνθρώποις νόσος.
Ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται.
Ἀπήντησε κακοῦ βολὴ πρὸς ὑπερτάτην ἄτην.
Ἀπὸ κώπης ἐπὶ βῆμα.
Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον, καὶ ἡ γνάθος.
Ἀπ᾽ οἰνοχέως σπάσον.
Ἀπόπληκτος ἄνθρωπος.
Ἀποτίσεις χοῖρε τὰ γίγαρτα.

Τὸ αʹ μετὰ τοῦ ρʹ

[Επεξεργασία]


Ἀράβιος ἄγγελος.
Ἀράβιος αὐλητής.
Ἀργυρὸς λιμός.
Ἀρχομένου δὲ νότου καὶ λήγοντος βορεάο.
Ἀρκάδας μιμούμενος.
Ἀριστᾶν μὲν πολὺ, δειπνεῖν δὲ ὀλίγον.
Ἄργους λόχος.
Ἀργεία φορά.
Ἄρτι τὴν ἀρετὴν ζητεῖς.
Ἀρχιδάμιος πόλεμος.
Ἀρκάδιον βλάστημα.
Ἀρχὴ Σκυρία.
Ἄρτι μῦς πίττης γεύεται.
Ἁρμόδιου μέλος.
Ἀρκαδίην μ᾽ αἰτεῖς.
Ἀρχαιότερος Ἰβύκου.
Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον· φῦντα δ᾽ ὅμως ὥκιστα πύλας Ἀΐδαο περῆσαι.
Ἀρχὴ πολέμων.
Ἀρχαϊκὰ φρονεῖς.
Ἀρκάδιον βλάστημα κατεσπάρη.
Ἄρκτου παρούσης ἴχνη ζητεῖς.
Ἀρχὴν ἰᾶσθαι πολὺ λώϊον ἢ τελευτήν.
Ἀργυραῖς λόγχαις μάχου, καὶ πάντων κρατήσεις.
Ἄριστα χωλὸς ὑφεῖ.
Ἀργύρου κρῆναι καλοῦσιν.
Ἄρνα προβάλλειν.
Ἀρετὴ τριὰς, σύνεσις καὶ κράτος καὶ τύχη.
Ἀρετὴν εἰ μὲν ἔχοις πάνθ᾽ ἕξεις.
Ἀρχὴ ἥμισυ παντός.
Ἀρχαιότερα τῆς διφθέρας λέγεις.
Ἀρᾶς ἱερόν.
Ἀρετῆς τὸ βάρβαρον οὐ ξυνιήσιν.
Ἀρεοπαγίτης.
Ἀρχὴ ἄνδρα δείκνυσιν.
Ἀρχιλόχου πατρίς.
Ἄρχων ἄκουε καὶ δικαίως κἀδίκως.
Ἀργούντων χορός.
Ἀρίγνωτος σμάραγδος ἐν μὲν τῶι φάει σκοτεινός.
Ἀργαλέον φρονέοντα παρ᾽ ἄφροσι πόλλ᾽ ἀγορεύειν.
Ἄρεος νεοττόν.
Ἀρότρωι ἀκοντίζεις.

Τὸ αʹ μετὰ τοῦ σʹ

[Επεξεργασία]


Ἀσκὸν δαίρεις.
Ἀσκῶι μορμύττεσθαι.
Ἀσκὸν βαπτίζεις πνεύματος πλήρη.
Ἀσκὸν λήψεται ὁ πρότερος πιών.
Ἄστροις σημαίνεσθαι.
Ἀστραπὴ ἐκ πυελίου.
Ἀσπίδος δῆγμα.

Τὸ αʹ μετὰ τοῦ τʹ

[Επεξεργασία]


Ἀτρέως ὄμματα.
Ἄτεkτος ἄνθρωπος παρηγορήμασιν.
Ἀττικὸν βλέπος.
Ἀτενὲς ὁρᾶις.
Ἄτρωτος ὑπάρχεις, ὡς ὁ Καινεύς.
Ἀττικὸς εἰς λιμένα.
Ἀττικοὶ τὰ Ἐλευσίνια.
Ἀτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην.
Ἄτλας τὸν οὐρανόν.
Ἀτύφου μοίρας εἷς.
Ἀτρέμας βοῦς.
Ἀττικὴ πίστις.
Ἀττικὸς μάρτυρ.
Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκων.
Ἄττης λόφος.
Ἀτεχνῶς τὸν σωρόν.
Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκας σῖτον.

Τὸ αʹ μετὰ τοῦ υʹ

[Επεξεργασία]


Αὐτὴ νῦν ἡ σοφία ζῆι.
Αὕτη μὲν ἡ μύρινθος οὐδὲν ἔσπακεν.
Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας.
Αὐλὸν σάλπιγγι συγκρίνεις.
Αὐλητοῦ βίον ζῆις.
Αὐτὸ τοῦτο, ἄχθος νέως.
Αὐτὸς εὗρε τοῦ κακοῦ τὴν πιτύαν.
Αὖθις Πυθῶδε.
Αὐτομάτως ὁ θεὸς ἀνίησι τἀγαθά.
Αὐτὸς αὑτὸν αὐλεῖ.
Αὐτὸς ἔφα.
Αὐτῶι κανῶι.
Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα.
Αὐτόθεν κατάβαλλε.
Αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν.
Αὐτοδίκη. - Αὐτοδικεῖν.
Αὐτοὶ χελώνας ἐσθίετε.
Αὐτὰ δι᾽ αὐτῶν.
Αὐτῶι κρητῆρι γίνη‹ται› κακά.
Αὐτοβοᾶις, ὅμοιος ὢν τῶιδε.
Αὐτὸ δείξει.

Τὸ αʹ μετὰ τοῦ φʹ

[Επεξεργασία]


Ἀφροδίσιον.
Ἄφρων ὃ μὲν ἀπολέσει, ἔχει· ὃ δ᾽ εἰς τὸ δέον ἀναλώσει, οὐκ ἔχει.
Ἀφέμενος τῆς δρυὸς, ἕπεται τῶν πυρῶν.
Ἀφεὶς τὴν ὑπέραν τὸν ποδα διώκει.
Ἀφ᾽ ἵππων ἐπ᾽ ὄνον.
Ἄφθονοι Μουσῶν θύραι.
Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὴ οὐδέν.
Ἄφυκτόν ἐστι τὸ τῆς πεπρωμένης κακόν.
Ἀφ᾽ ἱερᾶς.
Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος.
Ἀφύα ἐς πῦρ.
Ἀφροδίτη καὶ Διόνυσος μετ᾽ ἀλλήλων εἰσί.
Ἀφροδίτηι ὗν τέθυκεν.
Ἀφύων τιμή.
Ἀφ᾽ ἑστίας.
Ἀφ᾽ ὑψηλοῦ μου καταγελᾶις.

Τὸ αʹ μετὰ τοῦ χʹ

[Επεξεργασία]


Ἀχαρνικοὶ ἵπποι.
Ἀχθοφόρος Αἰγύπτιος.
Ἄχθομαι αὐτοῦ τῶι ῥύπωι.
Ἄχει πέπληγμαι.
Ἀχρειόγελως ἄνθρωπος.
Ἄχειρ νιφθῆναι βοῦλεται.
Ἄχρι κόρου. - Ὅτι ἄχρι κόρου ἐκεῖνος ἀναίσθητός ἐστι. - Οὗτος ἄχρι κόρου φενακίζει.
Ἄχρι εἰς τὸ βάραθρον.
Ἀχνυμένη σκυτάλη.
Ἀχάριστον εὐεργετεῖν καὶ νεκρὸν μυρίζειν ἑνὶ σύγκειται.