Συζήτηση:Περί Αρετών και Κακιών
Προσθήκη θέματοςἈριστοτέλους: «Περὶ Ἀρετῶν καὶ Κακιῶν». http://www.zitros.gr/greek.htm Διακειμενικές Πυθαγόρεις Προσεγγίσεις - Ἐξισώσεις. Ἡσίοδος / Θεογονία · Ἔργα καὶ Ἡμέραι. http://gg2nd-press.blogspot.com/2008/12/blog-post_13.html Aristotle: " About Virtues and Vices ". Intertextual Pythagoras Approaches - Εquations. Hesiod / Theogony Works and Days etc;
Διακειμενικές Πυθαγόρεις Προσεγγίσεις - Ἐξισώσεις μὲ βάση τὸ Ἔργο τοῦ Ἀριστοτέλη: «Περὶ Ἀρετῶν καὶ Κακιῶν». http://www.zitros.gr/greek.htm Ἡσίοδος / Θεογονία · Ἔργα καὶ Ἡμέραι. http://gg2nd-press.blogspot.com/2008/12/blog-post_13.html Definitiones medicae 19.346.t {1 ΓΑΛΗΝΟΥ ΟΡΟΙ ΙΑΤΡΙΚΟΙ.}1 http://gg2nd-press.blogspot.com/2010/11/definitiones-medicae-19346t-1-1.html
http://www.zitros.gr/greek.htm
Εἰσαγωγή, μετάφραση σχόλια ΣΩΤΗΡΙΑ ΤΡΙΑΝΤΑΡΗ-ΜΑΡΑ Πρόλογος ΔΗΜΗΤΡΙΟΣ ΛΥΠΟΥΡΛΗΣ Ἀριστοτέλους Περὶ Ἀρετῶν καὶ Κακιῶν
[1249a](26) ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ᾽ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δ᾽ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπ᾽ αὐτῶν καὶ (30) τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. Τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ [1249b] (26) ἀρετή ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δ᾽ ἐστὶ τοῦ μὲν (30) λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ [1250a] (1) ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία.
ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δ᾽ (5) ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. ἀνδρεία δ᾽ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφροσύνη δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια (10) δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ᾽ ἀξίαν. ἐλευθεριότης δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς, καθ᾽ ἣν δύναται φέρειν (15) εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
ἀφροσύνη δ᾽ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς. ὀργιλότης δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα (20) τῶν περὶ θάνατον. ἀκολασία δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. [περὶ μὲν τῆς ἀκρατείας οὐδέν· οὕτω δὲ σὺ δύνασαι ὁρίζειν.] ἀκράτεια δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. (25) ἀδικία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
(30) τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν (35) τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει· ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος (40) δ᾽ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. ἀνδρείας δ᾽ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων (45) τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ
[1250b] (1) εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ (5) ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία. σωφροσύνης δ᾽ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ (10) τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια. ἐγκρατείας δ᾽ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν (15) εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης. δικαιοσύνης δ᾽ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατ᾽ ἀξίαν, καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας. ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν (πρώτα τῶν δικαίων) (20) πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους· ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολουθοῦσα. ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία. ἐλευθεριότητος δ᾽ ἐστὶ (25) τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ (30) διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρεπτικὸς τῶν ζᾐων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν. ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον. μεγαλοψυχίας δ᾽ ἐστὶ (35) τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ μεγαλόψυχος οὔθ᾽ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθ᾽ ὁ φιλόζωος. (40) ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια. ἀφροσύνης δ᾽ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσασθαι (45) κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν [1251a] (1) περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν.παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης, ἀμνημοσύνη. ὀργιλότητος δ᾽ ἐστὶν εἴδη τρία, ἀκροχολία πικρία βαρυθυμία. ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν (5) μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος. ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα (10) πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν. δειλίας δ᾽ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μάλιστα τῶν περὶ θάνατον καὶ τὰς σωματικὰς πηρώσεις, καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς. ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία, ἀνανδρία, (15) ἀπονία, φιλοψυχία. ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφιλόνεικον τοῦ ἤθους. ἀκολασίας δ᾽ ἐστὶ τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν ἡδονῶν τῶν βλαβερῶν καὶ αἰσχρῶν, καὶ τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ὄντας, καὶ τὸ φιλογέλοιον εἶναι καὶ τὸ φιλοσκώπτην (20) καὶ φιλευτράπελον, καὶ τὸ ῥᾳδιουργὸν εἶναι ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις. ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ ἀταξία, ἀναίδεια, ἀκοσμία, τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλιγωρία, ἔκλυσις. ἀκρασίας δ᾽ ἐστὶ τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, καὶ τὸ ὑπολαμβάνοντα (25) κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, μετέχειν δὲ μηδὲν ἧττον, καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς. ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία καὶ μεταμέλεια καὶ τὰ πλεῖστα ταὐτὰ ἃ καὶ τῇ ἀκολασίᾳ. (30) ἀδικίας δ᾽ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις. ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πατρίδα· πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον· ὕβρις δέ, καθ᾽ ἣν τὰς ἡδονὰς αὑτοῖς (35) παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει ἥτις κερδαίνουσ᾽ οὐδὲν ὅμως ἀδικεῖ. ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ [1251b] (1) ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις. ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλαζονεία, φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία. ἀνελευθερίας δ᾽ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία (5) κιμβεία. αἰσχροκερδία μέν, καθ᾽ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται· φειδωλία δ᾽ ἐστὶ καθ᾽ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον· κιμβεία δ᾽ ἐστὶ καθ᾽ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται (10) τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον. ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολογία, (15) βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεις, μισανθρωπία. μικροψυχίας δ᾽ ἐστὶ τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνασθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην (20) ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δ᾽ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δ᾽ ἐπὶ πᾶσι καὶ δυσφορεῖν. ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ δι᾽ ἄγνοιαν ἢ λήθην γιγνόμενα. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, (25) μεμψιμοιρία, δυσελπιστία, ταπεινότης.
καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη· διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς (30) σπουδαία διάθεσις. ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, (καὶ τὸ μισεῖν τοὺς φαύλους), καὶ τὸ μήτε κολαστικὸν εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ συγγνωμονικόν. ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια, εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή. ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον (35) φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φιλάνθρωπον καὶ φιλόκαλον· ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν. τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία, καὶ παρακολουθεῖ τὰ ἐναντία αὐτῇ∙ ἅπαντα δὲ τὰ τῆς κακίας καὶ τὰ παρακολουθοῦντα αὐτῇ τῶν ψεγομένων ἐστίν.
Διακειμενικές Πυθαγόρεις Προσεγγίσεις - Ἐξισώσεις μὲ βάση τὸ Ἔργο τοῦ Ἀριστοτέλη: «Περὶ Ἀρετῶν καὶ Κακιῶν». 1. [1249a](26) Ἐπαινετὰ μέν ἐστι a. τὰ καλά, i. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, b. ψεκτὰ δὲ τὰ αἰσχρά. i. τῶν δ᾽ αἰσχρῶν αἱ κακίαι. 2. ἐπαινετὰ δ᾽ ἐστὶ a. καὶ τὰ αἴτια τῶν ἀρετῶν i. καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς ii. καὶ τὰ γινόμενα ἀπ᾽ αὐτῶν b. καὶ (30) τὰ ἔργα αὐτῶν, 3. ψεκτὰ δὲ τὰ ἐναντία.
Τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, 1. τοῦ μὲν λογιστικοῦ [1249b] (26) ἀρετή ἐστιν ἡ φρόνησις, a. ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. i. (30) τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, 1. τὸ κρῖναι a. τὰ ἀγαθὰ b. καὶ τὰ κακὰ c. καὶ πάντα τὰ ἐν τῷ βίῳ i. αἱρετὰ ii. καὶ φευκτά, 2. τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, 3. τὸ ὁμιλῆσαι ὀρθῶς, 4. τὸ συνιδεῖν τοὺς καιρούς, 5. τὸ ἀγχίνως χρήσασθαι a. καὶ λόγῳ b. καὶ ἔργῳ, 6. τὸ τὴν ἐμπειρίαν ἔχειν (35) τῶν χρησίμων πάντων. 7. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, a. ἢ παρέπεται τῇ φρονήσει· b. ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, c. καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, d. οἷον εὐβουλία καὶ ἀγχίνοια. 2. τοῦ δὲ θυμοειδοῦς ἀρετή ἐστιν ἡ πραότης καὶ ἡ ἀνδρεία, a. πραότης δ᾽ (5) ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. i. πραότητος (40) δ᾽ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως 1. ἐγκλήματα 2. καὶ ὀλιγωρίας, ii. καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, iii. καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, iv. ἄπικρον δὲ τῷ ἤθει 1. καὶ ἀφιλόνεικον, v. ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. b. ἀνδρεία δ᾽ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. i. ἀνδρείας δ᾽ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων (45) τῶν περὶ θάνατον, 1. καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, 2. καὶ τὸ [1250b] (1) εὔτολμον πρὸς τοὺς κινδύνους, 3. καὶ τὸ μᾶλλον αἱρεῖσθαι a. τεθνάναι καλῶς b. ἢ αἰσχρῶς σωθῆναι, 4. καὶ τὸ νίκης αἴτιον εἶναι. 5. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. 6. παρέπεται δὲ τῇ ἀνδρείᾳ a. καὶ (5) ἡ εὐτολμία b. καὶ ἡ εὐψυχία c. καὶ τὸ θάρσος d. καὶ τὸ θράσος, e. ἔτι δὲ καὶ ἡ φιλοπονία i. καὶ ἡ καρτερία. 3. τοῦ δὲ ἐπιθυμητικοῦ ἀρετή ἐστιν ἡ πραότης καὶ ἡ σωφροσύνη καὶ ἡ ἐγκράτεια, a. σωφροσύνη δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. i. σωφροσύνης δ᾽ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, 1. καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, 2. καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, 3. καὶ (10) τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως a. ἔν τε μικροῖς b. καὶ μεγάλοις. 4. παρέπεται δὲ a. τῇ σωφροσύνῃ εὐταξία, b. κοσμιότης, c. αἰδώς, d. εὐλάβεια. b. ἐγκράτεια (10) δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. i. ἐγκρατείας δ᾽ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, 1. καὶ τὸ καρτερεῖν, 2. καὶ τὸ ὑπομονητικὸν (15) εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης. 3. ὅλης δὲ τῆς ψυχῆς ἡ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. a. δικαιοσύνη δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ᾽ ἀξίαν. i. δικαιοσύνης δ᾽ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατ᾽ ἀξίαν, 1. καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, 2. καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, 3. καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, 4. καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας. ii. ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν (πρώτα τῶν δικαίων) (20) πρὸς 1. τοὺς θεούς, 2. εἶτα πρὸς δαίμονας, 3. εἶτα πρὸς a. πατρίδα b. καὶ γονεῖς, 4. εἶτα πρὸς τοὺς κατοιχομένους· 5. ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, a. ἤτοι μέρος οὖσα δικαιοσύνης i. ἢ παρακολουθοῦσα. b. ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ i. καὶ ὁσιότης ii. καὶ ἀλήθεια iii. καὶ ἡ πίστις iv. καὶ ἡ μισοπονηρία. b. ἐλευθεριότης δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. i. ἐλευθεριότητος δ᾽ ἐστὶ (25) τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, 1. καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, 2. καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, 3. καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ. ii. ἔστι δὲ ὁ ἐλευθέριος 1. καὶ περὶ ἐσθῆτα καθαρὸς 2. καὶ περὶ οἴκησιν, 3. καὶ κατασκευαστικὸς τῶν περιττῶν 4. καὶ καλῶν 5. καὶ (30) διαγωγὴν ἐχόντων ἡδεῖαν a. ἄνευ τοῦ λυσιτελοῦντος, b. καὶ θρεπτικὸς τῶν ζᾐων i. τῶν ἴδιον ἐχόντων τι ii. ἢ θαυμαστόν. iii. ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι 1. τοῦ ἤθους ὑγρότης 2. καὶ εὐαγωγία 3. καὶ φιλανθρωπία 4. καὶ τὸ εἶναι ἐλεητικὸν 5. καὶ φιλόφιλον 6. καὶ φιλόξενον 7. καὶ φιλόκαλον. c. μεγαλοψυχία δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς, καθ᾽ ἣν δύναται φέρειν (15) εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. i. μεγαλοψυχίας δ᾽ ἐστὶ (35) τὸ καλῶς ἐνεγκεῖν 1. καὶ εὐτυχίαν 2. καὶ ἀτυχίαν 3. καὶ τιμὴν 4. καὶ ἀτιμίαν, 5. καὶ τὸ θαυμάζειν a. μήτε τρυφὴν b. μήτε θεραπείαν c. μήτε ἐξουσίαν d. μήτε τὰς νίκας τὰς ἐναγωνίους, 6. ἔχειν δέ a. τι βάθος τῆς ψυχῆς i. καὶ μέγεθος. ii. ἔστι δὲ μεγαλόψυχος 1. οὔθ᾽ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος 2. οὔθ᾽ ὁ φιλόζωος. (40) ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια. 4. κακία δ᾽ ἐστὶ τοῦ μὲν (30) λογιστικοῦ ἡ ἀφροσύνη, a. ἀφροσύνη δ᾽ ἐστὶ κακία τοῦ λογιστικοῦ, i. αἰτία τοῦ ζῆν κακῶς. 1. ἀφροσύνης δ᾽ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, 2. τὸ βουλεύσασθαι κακῶς, 3. τὸ ὁμιλῆσαι κακῶς, 4. τὸ χρήσασθαι (45) κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, 5. τὸ ψευδῶς δοξάζειν [1251a] (1) περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν. 6. παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ a. ἀπειρία, b. ἀμαθία, c. ἀκρασία, d. ἐπαριστερότης, e. ἀμνημοσύνη. 5. ὀργιλότης δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, a. καθ᾽ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. i. ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ 1. ὀργιλότητος δ᾽ ἐστὶν εἴδη τρία, a. ἀκροχολία b. πικρία c. βαρυθυμία. 2. ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν (5) a. μήτε τὰς μικρὰς ὀλιγωρήσεις b. μήτε ἐλαττώσεις, 3. εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν a. καὶ ὑπὸ ἔργου b. καὶ ὑπὸ λόγου τοῦ τυχόντος. 4. ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι a. τὸ παροξυντικὸν τοῦ ἤθους b. καὶ εὐμετάβολον, c. καὶ ἡ πικρολογία, d. καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, 5. καὶ τὸ ταῦτα (10) πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν. 6. δειλία δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, a. καθ᾽ ἣν ἐκπλήττονται ὑπὸ φόβων, i. καὶ μάλιστα (20) τῶν περὶ θάνατον. b. δειλίας δ᾽ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, i. καὶ μάλιστα τῶν περὶ θάνατον ii. καὶ τὰς σωματικὰς πηρώσεις, iii. καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς. c. ἀκολουθεῖ δὲ τῇ δειλίᾳ i. μαλακία, ii. ἀνανδρία, iii. (15) ἀπονία, iv. φιλοψυχία. v. ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφιλόνεικον τοῦ ἤθους. 7. ἀκολασία δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. a. [περὶ μὲν τῆς ἀκρατείας οὐδέν· οὕτω δὲ σὺ δύνασαι ὁρίζειν.] b. ἀκολασίας δ᾽ ἐστὶ τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις i. τῶν ἡδονῶν τῶν βλαβερῶν ii. καὶ αἰσχρῶν, iii. καὶ τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ὄντας, iv. καὶ τὸ φιλογέλοιον εἶναι 1. καὶ τὸ φιλοσκώπτην (20) 2. καὶ φιλευτράπελον, 3. καὶ τὸ ῥᾳδιουργὸν εἶναι a. ἐν τοῖς λόγοις b. καὶ ἐν τοῖς ἔργοις. v. ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ 1. ἀταξία, 2. ἀναίδεια, 3. ἀκοσμία, 4. τρυφή, 5. ῥᾳθυμία, 6. ἀμέλεια, 7. ὀλιγωρία, 8. ἔκλυσις. 8. ἀκράτεια δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, a. καθ᾽ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. i. ἀκρασίας δ᾽ ἐστὶ τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, ii. καὶ τὸ ὑπολαμβάνοντα (25) κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, iii. μετέχειν δὲ μηδὲν ἧττον, iv. καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν 1. καὶ τὰ καλὰ 2. καὶ τὰ συμφέροντα, v. ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς. b. ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ i. μαλακία ii. καὶ μεταμέλεια iii. καὶ τὰ πλεῖστα ταὐτὰ iv. ἃ καὶ τῇ ἀκολασίᾳ. 9. (25) ἀδικία δ᾽ ἐστὶ κακία ψυχῆς, a. καθ᾽ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. i. (30) ἀδικίας δ᾽ ἐστὶν εἴδη τρία, 1. ἀσέβεια 2. πλεονεξία 3. ὕβρις. ii. ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια iii. καὶ περὶ δαίμονας iv. ἢ καὶ περὶ τοὺς κατοιχομένους, v. καὶ περὶ γονεῖς vi. καὶ περὶ πατρίδα· vii. πλεονεξία δὲ περὶ τὰ συμβόλαια, 1. παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον· ὕβρις δέ, 2. καθ᾽ ἣν τὰς ἡδονὰς αὑτοῖς (35) παρασκευάζουσιν, 3. εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει “ἥτις κερδαίνουσ᾽ οὐδὲν ὅμως ἀδικεῖ”.
b. ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν i. τὰ πάτρια ἔθη ii. καὶ τὰ νόμιμα, 1. καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις 2. καὶ τοῖς ἄρχουσι, 3. τὸ [1251b] (1) ψεύδεσθαι, 4. τὸ ἐπιορκεῖν, 5. τὸ παραβαίνειν a. τὰς ὁμολογίας b. καὶ τὰς πίστεις. c. ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ i. συκοφαντία, ii. ἀλαζονεία, iii. φιλανθρωπία προσποίητος, iv. κακοήθεια, v. πανουργία. 10. ἀνελευθερία δ᾽ ἐστὶ κακία ψυχῆς, a. καθ᾽ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. i. ἀνελευθερίας δ᾽ ἐστὶν εἴδη τρία, 1. αἰσχροκερδία a. αἰσχροκερδία μέν, καθ᾽ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, i. καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται· 2. φειδωλία a. φειδωλία δ᾽ ἐστὶ καθ᾽ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον· 3. (5) κιμβεία. a. κιμβεία δ᾽ ἐστὶ καθ᾽ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται (10) τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον. b. ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, c. καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. b. ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι i. μικρολογία, ii. (15) βαρυθυμία 1. καὶ μικροψυχία, iii. ταπεινότης, iv. ἀμετρία, v. ἀγένεις, vi. μισανθρωπία. 11. μικροψυχία δ᾽ ἐστὶ κακία ψυχῆς, a. καθ᾽ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. i. μικροψυχίας δ᾽ ἐστὶ (δύνασθαι φέρειν) 1. τὸ μήτε τιμὴν 2. μήτε ἀτιμίαν 3. μήτε εὐτυχίαν 4. μήτε ἀτυχίαν δύνασθαι φέρειν, b. ἀλλὰ τιμώμενον i. μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην (20) ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δ᾽ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δ᾽ ἐπὶ πᾶσι καὶ δυσφορεῖν. c. ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ i. ὀλιγωρήματα καλεῖν 1. ὕβριν 2. καὶ ἀτιμίαν, ii. καὶ τὰ δι᾽ ἄγνοιαν ἢ λήθην γιγνόμενα. d. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ i. μικρολογία, ii. (25) μεμψιμοιρία, iii. δυσελπιστία, iv. ταπεινότης. 12. καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, a. ἠρεμαίαις b. καὶ τεταγμέναις κινήσεσι χρωμένην, i. συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη· διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς (30) σπουδαία διάθεσις. c. ἔστι δὲ ἀρετῆς i. καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, ii. καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, iii. (καὶ τὸ μισεῖν τοὺς φαύλους), iv. καὶ τὸ μήτε κολαστικὸν εἶναι v. μήτε τιμωρητικόν, 1. ἀλλὰ ἵλεων 2. καὶ εὐμενικὸν 3. καὶ συγγνωμονικόν. d. ἀκολουθεῖ δὲ τῇ ἀρετῇ i. χρηστότης, ii. ἐπιείκεια, iii. εὐγνωμοσύνη, iv. ἐλπὶς ἀγαθή. v. ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον 1. (35) φίλοικον a. εἶναι καὶ φιλόφιλον, 2. φιλέταιρον, 3. φιλόξενον, 4. φιλάνθρωπον a. καὶ φιλόκαλον· vi. ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν. 13. τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία, a. καὶ παρακολουθεῖ τὰ ἐναντία αὐτῇ∙ b. ἅπαντα δὲ τὰ τῆς κακίας i. καὶ τὰ παρακολουθοῦντα αὐτῇ τῶν ψεγομένων ἐστίν. 14.
http://www.mikrosapoplous.gr/texts1.htm , http://www.zitros.gr/greek.htm .
Δεκάλογος - Δέκα Ἐντολές ΕΞΟΔΟΣ Κ’ ΚΑΙ ἐλάλησε Κύριος πάντας τοὺς λόγους τούτους λέγων· 2 ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. 3 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. 4 οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. 5 οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με 6 καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. 7 οὐ λήψει τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπί ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. 8 μνήσθητι τὴν ἡμέρα τῶν σαββάτων ἁγιάζειν αὐτήν. 9 ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου· 10 τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁβοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί. 11 ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν. 12 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. 13 οὐ μοιχεύσεις. 14 οὐ κλέψεις. 15 οὐ φονεύσεις. 16 οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ. 17 οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σου ἐστί. 18 Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν. 19 καὶ εἶπαν πρὸς Μωυσῆν· λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μὴ ἀποθάνωμεν. 20 καὶ λέγει αὐτοῖς Μωυσῆς· θαρσεῖτε, ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. 21 εἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός. 22 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τάδε ἐρεῖς τῷ οἴκῳ ᾿Ιακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς· 23 οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς. 24 θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ᾿ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε. 25 ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ᾿ αὐτούς, καὶ μεμίανται. 26 οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ᾿ αὐτοῦ.
ΕΞΟΔΟΣ < < > > http://www.myriobiblos.gr/bible/ot/chapter.asp?book=2&page=20
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕΦΑΛΑΙΟΝ Ε΄ Ἡ ἐπί τοῦ Ὄρους ὁμιλία, οἱ μακαρισμοί, στ. 1-12. http://www.myriobiblos.gr/bible/nt2/matthew/5.asp , http://gg2nd-press.blogspot.com/2009/04/1-12-17-48.html 1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· 2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· 3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. 5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. 6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. 7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· 12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Ἡ Κυριακή Προσευχή, Πάτερ ἡμῶν ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6 http://www.myriobiblos.gr/bible/nt2/matthew/6.asp Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς• ἁγιασθήτω τὸ ὄνομά σου• 10 ἐλθέτω ἡ βασιλεία σου• γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς• 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον• 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν• 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἰοὺ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας• ἀμήν. 14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος• 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
Ἡσίοδος / Θεογονία · Ἔργα καὶ Ἡμέραι.
Ἔργα καὶ Ἡμέραι 109~201: Θ109~126, 127~142, 143~155, 156~173, 174~201. ΕκΗ109~126: Θ211~213, Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες. οἵ μὲν ἐπὶ Κρόνου ἦσαν, ὁτ’ οὐρανῷ ἐμβασίλευσεν: ὥστε θεοὶ δ’ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος, οὐδέ τι δειλὸν γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεὶρας ὁμοῖοι τέρποντ’ ἐν θαλίῃσι, κακῶν ἔκτοσθεν ἁπάντων: θνῇσκον δ’ ὥσθ’ ὑπνῳ δεδμημένοι: ἐσθλὰ δὲ πάντα τοῖσιν ἔην: καρπὸν δ’ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον: οἵ δ’ ἐθελημοὶ ἥσυχοι ἔργ’ ἐνέμοντο σὺν ἐσθλοὶσιν πολέεσσιν. αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖα κάλυψε, τοὶ μὲν δαίμονες ἁγνοὶ ἀπιχθόνιοι τελέθουσιν ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν, ἀνθρώπων, [οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ’ αἶαν,] πλουτοδόται: καὶ τοῦτο γέρας βασιλήιον ἔσχον. ΕκΗ109~126. ΕκΗ 121~126 Ἡ Χρυσή Γενιά ἔγιναν αγγελοι φύλακες. Κάνεται καὶ ἐσεῖς φίλοι μου ἀναγνώστες συνδέσεις. Νομίζω ὅτι (αγγελοι φύλακες) εἶναι μυριάδες. Ταυτόχρονα εἶναι εὐεργετική.ἡ γυμναστική τοῦ νοῦ. Οἱ Ἕλληνες εἶναι ἐκ Θεοῦ γεννημένοι στήν Γῆ, ὡς ῤκ τοῦτο καὶ γέννησαν τήν καλλιέργεια τοῦ πνεύματος-νοῦ-σώματος, Θησαυρός Γνώσεων, Ὀλυμπιακές Ἀγώνες κτλ. Ε127~142: θ214~217, Δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν ἀργύρεον ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες, χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα: ἀλλ’ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κενδῇ ἐτρέφετ’ ἀτάλλων, μέγα νήπιος, ὧ ἐνὶ οἴκῳ: ἀλλ’ ὅτ’ ἄρ’ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο, παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε’ ἔχοντες ἀφραδίῃς: ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο ἀλλήλων ἀπέχειν, οὐδ’ ἀθανάτους θεραπεύειν ἤθελον οὐδ’ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, ἧ θέμις ἀνθρώποις κατὰ ἠθεα. Τοὺς μἐν ἔπειτα Ζεὺς Κρονίδης ἔκρυψε χολοὺμενος, οὕνεκα τιμὰς οὐκ ἔδιδον μακάρεσσι θεοῖς οἵ Ὄλύμπον ἔχουσιν. αὐτὰρ ἐπὶ καὶ τοῦτπ γένος κατὰ γαῖα κ τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοὶ καλέονται, δεὐτεροι, ἀλλ’ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ. Ε127~142. Ε143~155: Θ217~225, Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων χάλκειον ποίησ’, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον, ἐκ μελιᾶν, δεινόν τε καὶ ὕβριες, οὐδέ τι σῖτον ἤσθιον, ἀλλ’ άδάμαντος ἔχον κρατερόφρονα θυμόν. [ἄπλαστοι: μεγάλη ἐπὶ δὲ βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσι.] τῶν δ’ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δε τε οἶκοι, χαλκῷ δ’ εἰργάζοντο: μέλας δ’ οὐκ ἔσκε σίδηρος. καὶ τοὶ μὲν χείρεσσιν ὑπὸ σφετέρῃσι δαμέντες βῆσανἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαο, νώνυμνοι: θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας εἷλε μέλας, λαμπρὸν δ’ ἔλιπον φάος ἠελίοιο. Ε143~155. Ε156~173: Θ226~232
Αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαὶα κάλυψεν,
αὖτις ἔτ ἄλλο τέταρτον ἐπὶ χθονὶ πολυβοτείρῃ
Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
ἀνδρῶν ἡρώων θεῖον γένος,, οἳ καλέονται ἡμίθεοι, προτέρη γενεὴ κατ’ ἀπείρονα γαῖαν. καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ τοὺς μὲν ὑφ’ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαῖῃ, ὤλεσε μαρναμένους μήλων ἕνεκ’ Οἰδιπόδαο, τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ’ ἠυκόμοιο. [ἔνθ’ ἦ τοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε] τοῖς δὲ δίχ’ ἀνθρώπων βίοτον καὶ ἤθε’ ὀπάσσας
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες ἐν μακάρων νήσοισι παρ’ Ὠκεανὸν βαθυδίνην, ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα. Ε156~173. Ε174~201: Θ226~232
Μηκέτ’ ἔπειτ’ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
ἀνδράσιν, ἀλλ’ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ τι νύκτωρ φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας. ἀλλ’ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
Ζεὺς δ’ ὀλεσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
αὖτ’ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν. οὐδὲ πατὴρ παίδεσσιν ὁμφίιος οὐδέ τι παῖδες οὐδὲ ξεῖνος ζεινοδόκῳ καὶ ἑταῖρος ἑταῖρος ἑταῖρῳ, οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς ταὸ πάρος περ, αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· μέμψονται δ’ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι, σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖν· [χειροδίκαι· ἕτερος δ’ἑτέρου πόλιν ἐξαλαπάξει·] οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου οὐδ’ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρα τιμήσουσι· δίκη δ’ ἐν χερσί· καὶ αἰδὼς οὐκ ἔσται, βλάψει δ’ ὁ κακὸς τὸν ἀρείονα φῶτα μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ’ ὅρκον ὀμεῖται. ζῆλος δ’ ἀνθρώποισιν ὀιζυροῖσιν στυγερώπης. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν μετὰ φῦλον ἴτον προλιπόντ’ ἀνθρώπους
Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
θνητοῖς ἀνθρώποισι· κακοῦ δ’ οὐκ ἔσσεται ἀλκή. 174~201.
Θεογονία 211~232 Θ211~213: ΕκΗ 109~126,
Νὺξ δ’ ἔτεκε στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
καὶ Θάνατον, τέκε δ’ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων. θ214~217: ΕκΗ127~142, δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν οὔ τινι κοιμηθεῖσα θεῶν τέκε Νὺξ ἐρεβεννή, Ἑσπερίδας θ’, αἷς μήλα πέρην κλυτοῦ Ὡκεανοῖο χρύσεα καλά μέλουσι δέροντά τε δένδρεα καρπόν· Θ217~225: ΕκΗ143~155, καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, [Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵ τε βροτοῖσι γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,] αἵ τ’ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν, οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γ’ ἀπό τῷ δώωσι κακὴν ὄπιν, ὅστις ἁμάρτῃ. τίκτε δὲ καὶ Νέμεσιν πῆμα θνητοῖσι βροτοῖσι Νὺξ ὀλοή: μετὰ τὴν δ’ Ἀπάτην τέκε καὶ Φιλότητα Γῆράς τ’ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. Θ217~225. Θ226~232: ΕκΗ156~173, ΕκΗ174~201, αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα Ὑσμίνας τε Μάχας τε Φόνους τ’ Ἀνδροκτασίας τε Νείκεά τε Ψεύδεά τε Λόγους τ’ Άμφιλλογίας τε Δυσνομίην τ’ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, Ὅρκόν θ’, ὅς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ,
Definitiones medicae 19.346.t {1 ΓΑΛΗΝΟΥ ΟΡΟΙ ΙΑΤΡΙΚΟΙ.}1 http://gg2nd-press.blogspot.com/2010/11/definitiones-medicae-19346t-1-1.html http://www.karaberopoulos.gr/karaberopoulos/pdf/Iatrikoi_Oroi_Galinou.pdf
Δόξα Πατρὶ καὶ Υιῷ καὶ Ἁγίῳ Πνεύματι• καὶ νῦν καὶ ἀεἰ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Μὲ σεβασμό, Ἴβαν Γιόκιτς. Συνεχίζεται… Code © 250211, 280211 – 120311, 150311, 080411.
http://gg2nd-press.blogspot.com/2011/02/blog-post_25.html , http://www.facebook.com/note.php?note_id=10150109056464725 http://www.mikrosapoplous.gr/texts1.htm , http://www.zitros.gr/greek.htm . ARISTOTLE'S NICOMACHEAN ETHICS /TABLE OF VIRTUES AND VICES http://pages.interlog.com/~girbe/virtuesvices.html , http://pages.interlog.com/~girbe/home.html Ἀλτσχάιμερ. Ἀπό τό Προσωπικό Ψηφιακό Ἀρχεῖο. http://gg2nd-press.blogspot.com/2009/02/blog-post_06.html http://www.facebook.com/note.php?note_id=430287859724 Ποιές εἶναι οἱ σχέσεις (πού μένουν ἀκόμη σὲ ἀφάνεια) μεταξύ Ἀλτσχάιμερ <> ἐπιληψίας καὶ λογιστικοῦ <> ἐπιθυμητικοῦ - Καρδία (περικάρδιο - περικαρδίτιδα) σὲ σημείο πού κοιμάται (εἰδικὰ ἀπὸ τὴν ἐφηβεία, καὶ ἀκόμη περισσότερα στὴν ἀνατομική (ἀνὰ’τομική) – βιολογική (βίο’λογική, παθολογία, παθῶ’λόγια http://gg2nd-press.blogspot.com/2011/01/blog-post.html ) ἐνηλικίωση … ), ὁ ἀδένας τοῦ Θυμοῦ, δηλαδή οἱ ἀλλαγές στὸ σὺν΄θέτο Σύστημα πομπό/δέκτης <> θυμοειδοῦς - ἐπιθυμητικοῦ καὶ λογιστικοῦ συστημάτων, ἀλλὰ καὶ διά’γράμματα, πού σταδιακὰ, μὲ πλήρωμα http://gg2nd-press.blogspot.com/2010/11/blog-post.html πτυχῶν τοῦ Διὰ΄Γαῖο΄Χρονισμοῦ, δείχνουν πολλὰ περισσότερα ἀλγοριθμικὰ πῶς, πότε καὶ ποῦ λειτουργοῦν ὀρατά καὶ μὴ τὰ Σὺν΄Κοινωνούντα Δοχεῖα στὸν Προσωπικό - Ἀτομικό καὶ Παγ’κόσμιο ὀργανικό καὶ ὀνομαζόμενο παθητικός + passiv - ἀν’ὄργανο, <> Μικρό καὶ Μακρόκοσμο (Νόμοι – Κανόνες ποῦ ἐκφράζουν - διατηρούν τἀ Διαχωροχρονικά Ἐτεροπορσδιοριστικά Ἐπίγεια Συγκοινωνούντα Δοχεῖα. 081209 http://gg2nd-press.blogspot.com/2009/12/blog-post.html . Σὲ ὅλες αὐτὲς τὶς ἀναλύσεις λειτουργῶ μὲ δαρκές μορφές μελετῶν ἐγκυκλο’παιδικῶν, εἰκασιῶν, πάντα διατηρώντας ἐπιφυλάξεις καὶ ἐπιδιορθώσεις ὅπου Δόξα τῳ Θεῷ μπορῶ. Σπάνιε βλέπουμε σὲ ἐγκυκλοπαιδικὲς μορφές συσχετισμοῦς μεταξὺ τὸ Κέντρο τοῦ Λογιστικοῦ (νοῦ), θυμοειδοῦς (Θύμος Ἀδένα) Ἐπιθυμητικοῦ (Καρδιὰ) καὶ καὶ τὰ τρεῖα μαζί. Ὑπάρχει χῶρος γιὰ περισσότερα μελέτη, ἢ μήπως οἱ δυσλειτουργίες μας γυρνάνε άλγοριθμικὰ στὴν Χρυσή Ἐποχή τῆς Ἀρχαῖας Ἑλλάδος, Ἱερὰ Βιβλία, γιὰ ἐμάς τοὺς Χριστιανοὺς τὴν Ἁγίᾳ Γραφή, Παλαιὰ καὶ Καινή Διαθήκη http://gg2nd-press.blogspot.com/2010/07/blog-post_4257.html καὶ ἀνάλογα στὸν Κόσμο;!
Διακειμενικές Πυθαγόρεις Προσεγγίσεις - Ἐξισώσεις μὲ βάση τὸ Ἔργο τοῦ Ἀριστοτέλη: «Περὶ Ἀρετῶν καὶ Κακιῶν». http://gg2nd-press.blogspot.com/2011/02/blog-post_25.html , http://www.facebook.com/note.php?note_id=10150109056464725 , Ἡσίοδος / Θεογονία · Ἔργα καὶ Ἡμέραι. http://gg2nd-press.blogspot.com/2008/12/blog-post_13.html ,
Definitiones medicae 19.346.t {1 ΓΑΛΗΝΟΥ ΟΡΟΙ ΙΑΤΡΙΚΟΙ.}1 http://gg2nd-press.blogspot.com/2010/11/definitiones-medicae-19346t-1-1.html
Ξεκινήστε μια συζήτηση για Περί Αρετών και Κακιών
Σελίδες συζήτησης είναι όπου οι άνθρωποι συζητούν πώς να κάνουν το περιεχόμενο στον Βικιθήκη όσο το δυνατόν καλύτερο. Εσείς μπορείτε να χρησιμοποιήσετε αυτήν τη σελίδα για να ξεκινήσετε μια συζήτηση με άλλους σχετικά με το πώς να βελτιώσετε το Περί Αρετών και Κακιών.