Μετάβαση στο περιεχόμενο

Συγγραφέας:Μαίκιος Κόιντος

Από Βικιθήκη
Συγγραφείς: Μαίκιος Κόιντος
Δείτε επίσης βιογραφία.


Επιγράμματα από την Παλατινή Ανθολογία


VI 33 Μαίκιου Κόιντου

[Επεξεργασία]
Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν δῶρα παρ' ἀκταίης σοὶ τάδ' ἐπωφελίης,
θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς?
φηγίνεον κρητῆρα καὶ αὐτούργητον ἐρείχης βάθρον ἰδ' ὑαλέην οἰνοδόκον κύλικα,
ὡς ἂν ὑπ' ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνος ἀμπαύσηις ξηρὴν δίψαν ἐλαυνόμενος.

VI 89 Μαίκιου Κόιντου

[Επεξεργασία]
Ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε, χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλωι
σοὶ Πάρις ὀστρακόδερμον ὑπ' εὐθήροισι δαμέντα ὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν,
σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφ' ἡμίβρωτον ὀδόντα θείς, μάκαρ, αὐτὸ δὲ σοὶ τοῦτο πόρε σκύβαλον.
τῶι σὺ δίδου μὴ πολλά, δι' εὐάγρου δὲ λίνοιο, δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.