Μετάβαση στο περιεχόμενο

Συγγραφέας:Θεαίτητος ο Κυρηναίος

Από Βικιθήκη
Συγγραφείς: Θεαίτητος ο Κυρηναίος
(έζησε περί το 270 π.Χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα από την Παλατινή Ανθολογία

Παλατινή Ανθολογία/X/16

Χ 16 Θεαίτητου

[Επεξεργασία]
Ἤδη καλλιπέτηλον ἐπ' εὐκάρποισι λοχείαις λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων?
ἤδη ἐπ' ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην?
καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις.
ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης νηοφόροις νώτοις εὔδια πεπταμένης,
οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα χορύμβοις, οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη.
ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπωι τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν,
ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει.