Μετάβαση στο περιεχόμενο

Συγγραφέας:Ασκληπιάδης ο Σάμιος

Από Βικιθήκη
Συγγραφείς: Ασκληπιάδης ο Σάμιος
(3ο αιώνας π.Χ.)
Δείτε επίσης βιογραφία.



V 85 Ασκληπιάδη του Σάμιου

[Επεξεργασία]
Φείδῃ παρθενίης. Καὶ τὶ πλέον; οὐ γὰρ ἐς Ἅιδην ἐλθοῦσ’ εὑρήσεις τὸν φιλέοντα, κόρη·
ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ἐν δ’ Ἀχέροντι ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.
Τήν παρθενιά σου τή φυλάς• γιατί ; τί θά κερδίσεις; στόν Άδη άν έρθεις θέ νά βρείς τόν πού θά σ’ αγαπά ;
Είναι γιά μάς τούς ζωντανούς τού Έρωτα οι χάρες• στόν Κάτω Κόσμο κόκκαλα καί στάχτες μοναχά.

V 169 Ασκληπιάδη του Σάμιου

[Επεξεργασία]
῾Ηδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·
ἥδιον δ᾿, ὁπόταν κρύψιη μία τοὺς φιλέοντας χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ᾿ ἀμφοτέρων.

V 210 Ασκληπιάδη του Σάμιου

[Επεξεργασία]
Τῷ θαλλῷ Διδύμη μὲ συνήρπασεν· ὤμοι, ἐγὼ δὲ τήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.
Εἰ δὲ μέλαινα, τὶ τοῦτο; καὶ ἄνθρακες· ἀλλ’ ὅτε κείνους θάλψωμεν,λάμπουσ’ ὡς ῥόδεαι κάλυκες.

VII 11 Ασκληπιάδου

[Επεξεργασία]
Ο γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν, ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,
ἀλλ᾽ ἑτέρων πολλῶν δυνατώτερος: εἰ δ᾽ Ἀίδας μοι μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ᾽ ὄνομα;
Μόχθος γλυκός της Ήριννας είν’ τούτο το βιβλίο• όχι μεγάλο –τό ’γραψα δεκαεννιά χρονώ–
μ’ από πολλά άλλα ανώτερο• κι αν δε μ’ αρπούσε ο Χάρος τόσο νωρίς, ποιός όνομα θά ’χεν όπως εγώ ;

VII 217 Ασκληπιάδη του Σάμιου

[Επεξεργασία]
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν͵ :ἧς καὶ ἐπὶ ῥυτίδων ἕζετο δριμὺς ἔρως.
ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπλόου͵ δι΄ ὅσης ἤλθετε πυρκαϊῆς.
Η Αρχεάνασσα είν’ εδώ, μιά εταίρα πού ο Έρως μέχρι καί στίς ρυτίδες της εφώλιασε γλυκά.
Ώ εραστές, πού τόν ανθό τής νιότης τόν δροσάτο τής δρέψατε, πόσο τρανή διαβήκατε φωτιά.

IX 64 Ασκληπιάδου, οἱ δὲ Αρχίου

[Επεξεργασία]
Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι ἔδρακον ἐν κραναοῖς οὔρεσιν, ῾Ησίοδε,
καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι, ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,
δῶκαν δὲ κράνας ῾Ελικωνίδος ἔνϑεον ὕδωρ, τὸ πτανοῦ πώλου πρόσϑεν ἔκοψεν ὄνυξ·
οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς καὶ γένος ἀρχαίων ἔγραφες ἡμιϑέων.

XII 46 Ασκληπιάδη του Σάμιου

[Επεξεργασία]
Οὐκ εἴμ᾿ οὐδ᾿ ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν. ῎Ωρωτες, τί κακὸν τοῦτο; Τί με φλέγετε;
Ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; Δῆλον, ῎Ερωτες, ὡς τὸ πάρος παίξεσθ᾿ ἄφρονες ἀστραγάλοις.

XII 153 Ασκληπιάδη του Σάμιου

[Επεξεργασία]
Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο · νῦν δὲ τάλαιναν οὐδ’ ὅσσον παίζων εἰς ἒμ’ ἐπιστρέφεται.
οὐδ’ ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς · ἀλλ’ ἀνιήσας πολλάκις ἡδίων γίνετ’ ἐρῶσι θεός.


XVI 120 Αρχελάου, οι δε Ασκληπιάδου

[Επεξεργασία]
Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν Λύσιππος· τίν' ὁδὶ χαλκὸς ἔχει δύναμιν.
αὐδάσοντι δ' ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων· «Γᾶν ὑπ' ἐμοὶ τίθεμαι, Ζεῦ, σὺ δ' Ὅλυμπον ἔχε».