Συγγραφέας:Αρχίας ο Βυζάντιος
Εμφάνιση
←Συγγραφείς: | Αρχίας ο Βυζάντιος |
Επιγράμματα στην Παλατινή Ανθολογία
VII 278 Αρχίου Βυζαντινού
[Επεξεργασία]- Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασϑεὶς κύμασιν ἀγρύπνων λήσομαι ἠιόνων.
- ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόϑι πόντου δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου•
- αἰεὶ δὲ βρομέοντα, καὶ ἐν νεκύεσσι, ϑαλάσσης ὁ τλήμων ἀίω δοῦπον ἀπεχϑόμενον.
- μόχϑων οὐδ' ᾿Αίδης με κατεύνασεν, ἡνίκα μοῦνος οὐδὲ ϑανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.