Σταδιασμός ήτοι περίπλους της μεγάλης θαλάσσης

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Σταδιασμὸς ἤτοι περίπλους τῆς μεγάλης θαλάσσης
Συγγραφέας: Άγνωστος
Wikimedia-logo.svg Δείτε επίσης: σχετικό λήμμα. έκδοση C. Müller, Geographi Graeci Minores I, Παρίσι 1855


ΑΝΩΝΥΜΟΥ
ΣΤΑΔΙΑΣΜΟΣ
ΗΤΟΙ ΠΕΡΙΠΛΟΥΣ
ΤΗΣ ΜΕΓΑΛΗΣ ΘΑΛΑΣΣΗΣ,




ΠΡΟΟΙΜΙΟΝ.
Δεδειγμένων οὖν τούτων, τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγαμένῳ τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν ἤτοι περίπλουν δηλῶσαί σοι ἀκριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ. Ἀρξάμενος [οὖν] ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος [τὰ τῆς Λιβύης διηγήσομαι ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος] ἕως Διοσκουρίδος, τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ [τὰ] τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ, τῆς πρὸς τῇ Χαλκηδονίῃ κειμένης, μέχρι Ἡρακλεωτικῶν Στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην, γράψω δὲ καὶ τῶν νήσων τὰ ἀπ´ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι, καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς, καὶ ὁπηλίκαι εἰσὶ, καὶ τίσιν ἀνέμοις χρῶνται, καὶ ποῖος ὁ πλοῦς δείξω σοὶ κατὰ ἀλήθειαν.
ΣΤΑΔΙΑΣΜΟΣ ΤΗΣ ΘΑΛΑΣΣΗΣ.

1. Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον—λιμήν ἐστι—στάδιοι β΄.

2. Ἀπὸ Χερσονήσου εἰς Δυσμὰς—(λιμήν ἐστι [φορτηγοῖς] ἀγωγῆς χιλίων οὐ μείζονος)—[στάδιοι] ζ΄.

3. Ἀπὸ Δυσμῶν εἰς Πλινθίνην—σάλος ἐστίν· ὁ τόπος ἀλίμενος—στάδιοι Ϟʹ.

4. Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν—πόλις ἐστὶν ἀλίμενος· ἱερὸν τοῦ Ὀσίριδος—στάδιοι ζʹ.

5. Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χιμὼ—κώμη ἐστί· βράχη ἐπιφαινόμενα—στάδιοι ζʹ.

6. Ἀπὸ τοῦ Χιμὼ ἐπὶ τὸν Γλαῦκον στάδιοι π΄.

7. Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας—σάλος ἐστὶν ὁ τόπος—στάδιοι π΄.

8. Ἀπὸ τῶν Ἀντιφρῶν ἐπὶ τὴν Δέρραν—ὕφορμός ἐστι θερινὸς, καὶ ὕδωρ ἔχει—στάδιοι ζ΄.

9. Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεφύριον—λιμήν ἐστι καὶ σάλον ἔχει—στάδιοι υʹ.

10. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Πεζώνην στάδιοι ριʹ. Ἀπὸ* σταδίων ταύτης σκόπελός ἐστι, καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον, καὶ καλεῖται Τραχεῖα.

11. Ἀπὸ Πεζώνης εἰς Πνιγέα στάδιοι ζʹ· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.

12. Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμʹ· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπ´ αὐτά· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι.

13. Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζʹ· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.

14. Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κʹ· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους βʹ· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφ´ ἑσπέρας ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.

15. Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζʹ· νησίον ἐστί· [τοῦτο ἔχων] εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

16. Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κʹ· νῆσος ἱκανὴ παράκειται (μεγάλη)· αὐτὴν ἔχων δεξιὰν, κατάγου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.

17. Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.

18. Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θʹ· ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ [τὸ] δένδρον· φυλάσσου νότον.

19. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος· ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον. Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι ͵αφνʹ.

20. Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας [καὶ] ἐπὶ τὸ Ζεφύριον στάδιοι ζʹ· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει.

21. Ἀπὸ τοῦ Ζεφυρίου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λʹ· κώμη ἐστί· ταύτην πλέεις σταδ. κʹ· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ.

22. Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζʹ.

23. Ἀπὸ τῶν Νήσων εἰς Σεληνίδα στάδιοι οʹ· ἄκρα ἐστὶν, ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βράχη· καθορῶν τὸ βράχος κατάγου.

24. Ἀπὸ Σεληνίδος ἐπὶ Ἀζὺ στάδιοι ηʹ.

25. Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Τυνδαρείους στάδιοι ρκʹ· σκόπελοί εἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία.

26. Ἀπὸ [τῶν Τυνδαρείων] σκοπέλων ἐπὶ τὸ Χαυταῖον στάδιοι ρμʹ· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.

27. Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμʹ.

28 Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι ϲʹ· ὕφορμός ἐστι θερινός· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θαλάσσης σκόπελον.

29. Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκʹ· χώρα ἐστὶν ὑψηλή· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν [τῇ] πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος, ἐν τῷ φρουρίῳ, ὄμβριον.

30. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρνʹ. Παραπλεύσας ὡς σταδίους λʹ ὄψει παρεμφαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ´ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.

31. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.

32. Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρνʹ· φάραγξ ἐστὶν, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπ´ αὐτοῦ συκαῖ· ὅρμος ἐστὶ καλός· ὕδωρ ἔχει γλυκύ.

33. Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετράντα [στάδιοι * ]· ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν.

Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετράντος στάδιοι ͵αϛʹ.

ΛΟΙΠΟΝ ΜΑΡΜΑΡΙΚΗ.

34. Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρνʹ· ὅρμος ἐστίν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπ´ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.

35. Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρʹ· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.

36. [Ἀπὸ Μενελάου εἰς Κατανεῖς στάδιοι * ]

37. Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρνʹ· ἀπὸ σταδίων ὀκτὼ παράπλεε (ἔχει γὰρ βράχη ὑψηλά)· ἔχει ὕδωρ.

38 Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκʹ· ὅρμος ἐστὶ θερινός· νῆσος δέ ἐστι, καὶ κατ´ αὐτὴν πύργος· ἱερὸν τοῦ Ἄμμωνος· ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας.

39. [Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετράντα στάδιοι * .]

40. Ἀπὸ τοῦ Μικροῦ Πετράντος εἰς τὸν Βάτραχον στάδιοι λʹ· ὕφορμός ἐστι θερινός· ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.

41. Ἀπὸ τοῦ Βατράχου εἰς Πλατεῖαν στάδιοι σνʹ· πρὸς τῷ πελάγει κεῖται νῆσος καλουμένη Σιδωνία (ἔχει ὕφορμον θερινὸν φορτηγοῖς) ἀπὸ σταδίων λʹ· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ.

42. Ἀπὸ Πλατείας εἰς τὸν Παλίουρον [στάδιοι * ]· ὕδωρ ἔχει πλατύ.

43. Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι ϙʹ· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιεʹ.

44. Ἀπὸ τῆς Φαίας εἰς τὸν Διόνυσον στάδιοι ϙʹ· ἐντεῦθεν [ἐν] ἀριστερᾷ κατάγου.

45. Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι ϙʹ.

46. Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρʹ· ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν.

47. Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια εἰς Δάρνην στάδιοι ρνʹ.

48. Ἀπὸ Δάρνης ἐπὶ τὸ Ζεφύριον στάδιοι ρνʹ· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός.

49. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι οʹ· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τῆς Χέρσιος, ἀπέχων σταδίους ιʹ, ἔστιν ὅρμος Ἀφροδισιὰς καλούμενος· ἔστι δ´ ἐπ´ αὐτῷ ἱερὸν Ἀφροδίτης.

50. Ἀπὸ τῆς Χέρσιος ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι Ϟʹ· κώμη ἐστίν.

51. Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι οʹ· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

52. Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκʹ. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι ͵γφνʹ.

ΛΟΙΠΟΝ [ΠΕΝΤΑΠΟΛΙΣ] ΚΥΡΗΝΗΣ.

53. Ἀπὸ Ἀπολλωνιάδος εἰς Φυκοῦντα στάδιοι ρʹ· κώμην ἔχει· ὁρμίζοιο ἂν ὑπ´ αὐτὸν τοῖς ἀφ´ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.

54. Ἀπὸ Φυκοῦντος εἰς Ναυσίδα στάδιοι ρϙʹ· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ.

55. Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σνʹ· πόλις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος, καὶ νῆσον ἔχει· Ἶλος καλεῖται· ἀσφαλίζου.

56. Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σνʹ· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία. Αὕτη καλεῖται Ἀρσινόη.

57. Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τνʹ. Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους ϛʹ ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἑσπέραν· παράκειται δὲ βράχη μετέωρα· φυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν μελανόν· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς.

Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερνικίδα στάδιοι ͵αρνʹ.

ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΚΥΡΗΝΑΙΩΝ.

58. Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στάδιοι ξʹ.

59. Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ιʹ.

60. Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. αʹ· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.

61. Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψιʹ· αἰγιαλός ἐστιν.

62. Ἀπὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι νʹ· ἀκρωτήριόν ἐστιν ἔχον ὕφορμον.

(Σύρτις Κυρήνης.)

63. Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμʹ· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.

64. Ἀπὸ τοῦ Χέρσιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ριʹ.

65. Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι πʹ.

66. Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλείου, ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει.

67. Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρʹ. παράδρομον ὄψει θῖνα λευκὴν μεγίστην, ἀφ´ ἧς, ἂν ὀρύξῃς, ἕξεις ὕδωρ γλυκύ.

68. Ἀπὸ τοῦ Σεραπείου εἰς Διαρροιάδα στάδιοι νʹ.

69. Ἀπὸ Διαρροιάδος ἐπὶ τὸν Ἆπιν στάδ. αʹ· ὕφορμός ἐστιν.

70. Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρνʹ· φρούριόν ἐστιν ἔρημον· ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.

71. Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι οʹ· (ὁ) αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρᾳ περιφερής· ὕδωρ ἔχει.

72. Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στάδιοι οʹ· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.

73. Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδιοι πʹ· σκόπελός ἐστιν, ἀπὸ τῆς γῆς σταδίοις ιεʹ, ὑψηλὸς, ὅμοιος ἐλέφαντι.

74. Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα [ἐν] σταδίοις βʹ νῆσός ἐστιν ὑψηλή· Ποντία καλεῖται.

75. Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν [ἐν] σταδίοις ζʹ νῆσός ἐστι καλουμένη Μαία, καὶ ὑπ´ αὐτὴν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν.

76. Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδιοι νʹ.

77. Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κροκόδειλον στάδιοι πʹ· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.

78. Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδʹ· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός· ὕδωρ ἔχει.

79. Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κʹ· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.

80. Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι νʹ· ἄνυδρος*

81. Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκʹ· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς, ἄνυδρος δέ.

82. Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ριʹ· αἰγιαλός ἐστιν.

83. Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακα στάδιοι ρπʹ.

84. Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπεʹ· ὅρμος ἐστὶ θερινὸς καλὸς, καὶ ὕδωρ ἔχει. Ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ χώρα.

Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι ͵β.

ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΕΓΑΛΗ.

85. Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι υʹ· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ.

86. Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τνʹ· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρούριον βαρβάρων.

87. Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρνʹ.

88. Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σʹ· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.

89. Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρνʹ.

90. Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τνʹ.

91. Ἀπὸ Ἀσπίδος εἰς Ταριχείας στάδιοι τνʹ

92. Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υʹ· [ἀκρωτήριόν ἐστιν.]

93. [Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φνʹ.] Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν, νησία ἔχουσαν· ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει· ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου. Αὕτη καλεῖται Λέπτις.

Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτιν τὴν Μεγάλην στάδιοι ͵δϛʹ.

94. Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι εʹ· ὅρμος ἐστὶ πλοίοις μικροῖς.

95. Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τʹ· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται [Αἰ]νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ.

96. Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μʹ· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται.

97. Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

98. Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υʹ.

99. Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υʹ· πόλις ἐστὶν ἀλίμενος· σάλον ἔχει.

ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΙΚΡΑ.

100. Ἀπὸ Σαβράθης ἐπὶ Λοκροὺς στάδιοι τʹ· κώμη ἐστὶ, καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.

101. Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τʹ· φρούριον ἔχον πύργον· (ὁ δὲ πύργος) λιμήν ἐστι ἐπίσημος.

102. Ἀπὸ Ζευχάριος ἐπὶ Γέργιν στάδιοι τνʹ· πύργος ἐστὶ, καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.

103. Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρνʹ· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους ηʹ· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν [αὕτη]. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. Ἔστιν ἐν αὐτῇ βωμὸς Ἡρακλέους· μέγιστος καλεῖται. Ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει.

Οἱ πάντες ὁμοῦ ἀπὸ Λέπτεως εἰς Μήνιγγα στάδιοι βτʹ.

104. Ἀπὸ Μήνιγγος εἰς τὴν ἤπειρον* στάδιοι σʹ· πόλις ἐστὶ, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ.

105. Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

106. [Ἀπὸ Κιδιφθῆς εἰς Τακάπην στάδιοι σʹ].

107. Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

108. [Ἀπὸ Νεαπόλεως εἰς Θέναν στάδιοι σκʹ].

109. [Ἀπὸ Θένης εἰς Ἄχολλαν στάδιοι φʹ].

110. Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκʹ.

111. [Ἀπὸ Ἀλιπότης εἰς Θάψον στάδιοι ρκʹ].

112. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ [δὲ] τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδιφθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκʹ. Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψνʹ. Ἀπὸ Θένης εἰς Κέρκιναν ** κατὰ [τὴν] πόλιν βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψʹ· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκάριον πέλαγος.

ΛΟΙΠΟΝ ΦΟΙΝΙΚΗ.

113. Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ροʹ· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ.

114. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξʹ· κώμη ἐστί· τὸν δ´ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.

115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μʹ ὄψει ἀκρωτήριον ἐπ´ αὑτῷ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός ἐστιν.

116. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μʹ· ἀλίμενος.

117. Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στάδιοι φʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανὲς, οἷον ἀσπίς. Ἐπ´ αὐτὴν πλέε τὴν ἄρκτον [ὡς] παραφαίνειν ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι (ἡ Ἀσπὶς καὶ ἐπ´ αὐτῇ) Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʹ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπ´ αὐτῷ ἡ πόλις· ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ιʹ ἀνώτερον τῆς πόλεως.

118. Ἀπὸ Ἀσπίδος [ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι σʹ].

119. [Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι ρκʹ].

120. [Ἀπὸ Μισούας λιμένος] ἐπὶ Θερμὰ στάδιοι ξʹ· κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.

121. Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

122. Ἀπὸ Κάρπης εἰς Μάξυλαν στάδιοι κʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

123. Ἀπὸ Μαξύλων ἐπὶ τὸν Γαλάβραντα στάδιοι νʹ· ὅρμος ἐστὶν ἕως [τῆς τῶν] ἀμμώδων ἀγωγῆς.

124. Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκʹ· πόλις ἐστὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστίν· [ἐπὶ] δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα.

Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιοι φνʹ.

125. Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγʹ· λιμήν ἐστι παραχειμαστικός· ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.

126. Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔτικα στάδιοι κδʹ· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει· ἀσφαλίζου.

127. Ἀπὸ Οὐτίκων ***.

[Λείπει τὰ ἀπὸ Οὐτίκων ἕως τῶν Ἡρακλείων στηλῶν καὶ τὰ ἀπ´ Ἀλεξανδρείας ἕως Καρνῶν.]

128. [Ἀπὸ **] εἰς Κάρνας στάδιοι κδʹ· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς· ἀσφαλῶς κατάγου.

129. Ἀπὸ Καρνῶν (ἐπὶ χωρίον) ἐπ´ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σʹ.

130. Ἀπὸ ἀκρωτηρίου Βαλανεῶν ἐπ´ ἀκρωτήριον Πάλτον στάδιοι ϙʹ.

131. Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντος ἐπ´ ἀκρωτήριον Βραχίων σταδ. ιʹ.

132. Ἀπὸ δὲ Βαλανεῶν ἄκρας ἐπ´ εὐθείας εἰς Πάλτον στάδιοι σʹ. Οἱ πάντες ἐκ Πτολεμαΐδος, παρὰ γῆν παραπλέοντος, (εἰσελθεῖν) εἰς Πάλτον στάδιοι ͵β.

ΚΑΙ ΛΟΙΠΟΝ ΚΟΙΛΗ ΣΥΡΙΑ.

133. Ἀπὸ Πάλτου ἐπὶ χωρίον Παλτηνῶν στάδιοι λʹ.

134. Ἀπὸ Παλτηνῶν ἐπὶ λιμένα κείμενον ἐπ´ αἰγιαλῷ, ἔχοντα καθ´ αὑτὸν φάραγγα, στάδιοι κʹ.

135. Ἀπὸ Παλτηνῶν εἰς Γάβαλα στάδιοι λʹ.

136. Ἀπὸ Γαβάλων εἰς ποταμὸν πλωτὸν καλούμενον*, στάδιοι μʹ.

137. Ἀπὸ* πλωτοῦ ποταμοῦ εἰς ἄκραν, ἐφ´ ἧς κεῖται πόλις Λαοδίκεια, στάδιοι σʹ ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδιοι οʹ· ἀπὸ Βαλανεῶν εἰς Λαοδίκειαν εὐθυδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠῶ [μέρη] τῆς ἄρκτου, στάδιοι σʹ.

138. Ἀπὸ Λαοδικείας εἰς Ἡράκλειαν στάδιοι κʹ.

139. Κάμψαντι δὲ τὸ ἀκρωτήριον λιμήν ἐστι καλούμενος Λευκός· στάδιοι λʹ.

140. Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερίαν στάδιοι λʹ.

141. Ἀπὸ τῆς κώμης ἐπ´ ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκʹ.

142. Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρʹ.

143. Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τʹ· ὑπὲρ ἧς ἐστιν ὄρος ὑψηλὸν, καλούμενον Θρόνος.

144. Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸ Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξʹ.

145. Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ιʹ.

146. Ἀπὸ Μακρᾶς νήσου ἐπὶ τὸ Νυμφαῖον στάδιοι νʹ. Ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ Κασίου. Τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς γῆς σταδίοις κʹ.

147. Ἀπὸ Νυμφαίου ἐπὶ πόλιν Ἀντιόχειαν, ἔχουσαν ἐμπόριον καὶ παρ´ αὑτὴν ποταμὸν Ὀρόντην καλούμενον, στάδιοι υʹ· ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιεʹ.

148. Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδιοι μʹ. ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς Σελεύκειαν πεσόντι* ζεφύρῳ στάδιοι ριʹ.

149. Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδιοι ρμβʹ.

150. Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσαῖον κόλπον στάδιοι τʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου ἀκρωτηρίου ἐπὶ τὸν κόλπον οὐριώτατα στάδιοι σʹ.

151. Ἀπὸ Ῥωσοῦ Τερδνίας εἰς πόλιν Μυρίανδρον στάδιοι ϙʹ.

152. Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατ´ Ἰσσὸν στάδιοι ρκʹ.

153. Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στάδιοι σʹ.

Ὁμοῦ οἱ πάντες ἀπὸ Πάλτου ἕως τῶν Κιλικίων πυλῶν στάδιοι ͵βφʹ.

ΛΟΙΠΟΝ ΚΙΛΙΚΙΑ.

154. Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδιοι ρκʹ· [ἀπὸ] τούτου ἐστὶν ὑπερβῆναι εἰς (τὸν τόπον) εἰς [Νικό]πολιν.

155. Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἰσσὸν στάδιοι ψʹ.

156. Ἀπὸ Ἰσσοῦ εἰς τὰς Ἀμανικὰς πύλας ἐν τῷ κοιλοτάτῳ τοῦ κόλπου στάδιοι ϛʹ.

157. Ἀπὸ τῶν Πυλῶν εἰς κώμην Ἀλὰς στάδιοι νʹ· ἀπὸ τοῦ Μυριάνδρου, οὐριοδρομοῦντος, στάδιοι ρʹ.

158. Ἀπὸ τῶν Ἀλῶν εἰς πόλιν Αἰγαίας στάδιοι ρʹ· ἀπὸ δὲ τοῦ Μυριάνδρου εἰς Αἰγαίας εὐθυδρομοῦντος ἐπὶ τὸν πόλον νότῳ στάδιοι ρʹ.

159. Ἀπὸ Αἰγαιῶν ὁ παράπλους κρημνώδης ἐπὶ κώμην Σερρέτιλλιν σταδίων ρνʹ. Ἀπὸ δὲ Ῥωσοῦ εὐθυδρομοῦντι ἐπὶ τὴν Σερρέτιλλιν ἐπὶ τὸν πόλον νότῳ στάδιοι σνʹ. Κατὰ δὲ τὴν Σερρέτιλλιν κώμη ἐπάνω Πύραμος καλεῖται, καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμενον Πάριον ἀπὸ σταδίων ξʹ.

160. Ἀπὸ τῆς Σερρετίλλεως κώμης ἐπ´ ἄκραν Ἰανουαρίαν στάδ. αʹ.

161. Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους νήσους στάδιοι λʹ.

162. Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδιοι ρʹ.

163. Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πυράμου ποταμοῦ στάδιοι ρνʹ.

164. Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεφαλὴν καλοῦσι, στάδιοι οʹ. Παρὰ τὸ ἀκρωτήριον ποταμός ἐστι πλωτὸς, [ὃς] Πύραμος καλεῖται.

Ἀπὸ τοῦ [Ῥωσαίου] σκοπέλου δὲ μὴ κατακολπίζοντι, ἀλλ´ ἐπ´ εὐθείας πλέοντι εἰς Ἀντιόχειαν ἐπὶ τὰ πρὸς ἑσπέραν [τῆς ἄρκτου μέρη] νότῳ, [κατὰ] τὰ εὐώνυμα τῆς ἠπείρου μακρὸν διαφαλλομένῳ, στάδιοι τνʹ.

165. Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σόλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου [ἀπηλιώτῃ] νότου μικρόν[τι] παρέλκοντι στάδιοι φʹ.

166. Ἀπὸ τῆς κεφαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποταμὸν Σάρον στάδιοι ρκʹ.

167. Ἀπὸ Σάρου ποταμοῦ ἐπὶ [τὸ] στόμα τῆς λίμνης, ὃ καλεῖται Ῥηγμοὶ, στάδιοι οʹ.

168. Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδιοι οʹ. Ῥέει διὰ μέσης τῆς πόλεως ποταμὸς Κύδνος.

169. Ἀπὸ Ῥηγμῶν ἐπὶ χωρίον Ζεφύριον στάδιοι ρκ.

170. [Ἀπὸ Ζεφυρίου εἰς Σόλους στάδιοι νʹ].

171. Ἀπὸ δὲ Σόλων ἐπὶ κώμην Καλανθίαν στάδιοι νʹ. 172. Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαιοῦντα στάδιοι ρʹ.

173. Ἀπὸ Ἐλαιούσσης εἰς κώμην καλουμένην Κώρυκον στάδιοι κʹ· ἀπὸ δὲ Σόλων εἰς Κώρυκον στάδιοι σπʹ· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἄντρον Κωρύκιον καλούμενον σταδίους ρʹ.

174. Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Καλὸν Κορακήσιον στάδιοι ρκεʹ.

175. Ἀπὸ τοῦ Κορακησίου ἐστὶν ἡ Ποικίλη πέτρα, ἥτις ἔχει κλίμακα, δι´ ἧς ἐστιν ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Καλυκάδνου σταδίων οʹ.

176. Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὸν ποταμὸν Καλυδνὸν στάδιοι μʹ.

177. Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη, στενὴν, Σαρπηδονίαν καλουμένην, στάδιοι πʹ. Ἀπ´ αὐτῆς ἀνατείνοντα βράχεα ὡς σταδίους κʹ.

178. Ἀπὸ τῆς ἄκρας τῆς Σαρπηδονίας, ἔγγιστα [κειμένης] πρὸς τὴν Κύπρον, εἰς πόλιν Καρπάσειαν οὐριώτατα στάδιοι υʹ.

179. Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στάδιοι ρκʹ.

180. Ὁμοίως καὶ εἰς Ὅλμους στάδιοι ρκʹ.

181. Ἀπὸ δὲ τῶν Ὅλμων ἐπ´ ἄκραν καὶ κώμην καλουμένην Μύλας στάδιοι μʹ.

182. Ἀπὸ τῆς ἄκρας εἰς λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδιοι ξʹ.

183. Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδιοι κʹ.

Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν ἐπίτομον στάδιοι φʹ.

184. Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσσαν στάδιοι ρλʹ. Ἀπέχει ἡ Πιτυοῦσσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μύλῃ σταδίους κʹ. Ἀπὸ τῶν ἀκρῶν τῆς Πιτυούσσης πρὸς τὴν Ἀφροδισιάδα στάδιοι μεʹ.

185. Ἀπὸ Ἀφροδισιάδος, ἐκ τῶν εὐωνύμων ἔχοντι τὴν Πιτυοῦσσαν, ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεφύριον, στάδιοι μʹ· ἀπὸ δὲ τῆς Σαρπηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς σταδίων ρκʹ.

186. Ἡ δὲ Ἀφροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς Ἀχαιῶν ἀκτὴν, [ἐφ´ ἣν] κατὰ πρύμναν ἔχοντι τὰ μέρη τῆς ἄρκτου στάδιοι φʹ.

187. Ἀπὸ Ἀφροδισιάδος ἐπὶ χωρίον καλούμενον Κίφισον στάδιοι λεʹ.

188. Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κραυνοὺς στάδιοι μʹ.

189. Ἀπὸ τῶν Κραυνῶν ἐπὶ τὰ Πισούργια, εὐώνυμον ἔχοντι τὴν Κράμβουσαν, στάδιοι μεʹ. Ἀπὸ τῆς Ἀφροδισιάδος ἐπὶ τὰ Πισούργια στάδιοι ρκʹ.

190. Ἀπὸ τῶν Πισουργίων εἰς κόλπον Βερνίκην στάδιοι νʹ.

191. [Ἀπὸ Βερνίκης ἐπὶ Κελένδεριν στάδιοι νʹ].

192. Ἀπὸ Κελενδέρεως εἰς Μανδάνην στάδιοι ρʹ.

193. Ἀπὸ Μανδάνης ἐπ´ ἀκρωτήριον Ποσείδιον καλούμενον στάδιοι ξʹ.

194. Ἀπὸ Μανδάνης ἐπὶ τὰ Διονυσοφάνους στάδιοι λʹ.

195. Ἀπὸ [τῶν] Διονυσοφάνους εἰς Ῥυγμανοὺς στάδιοι νʹ.

196. Ἀπὸ Ῥυγμανῶν εἰς Ἀνεμούριον στάδιοι νʹ.

197. Ἀπὸ Ἀνεμουρίου ἐπὶ τὰ τῆς Κύπρου ἔγγιστα, ἐπὶ Κρομμύου ἄκραν, στάδιοι τʹ.

198. Ἀπὸ δὲ Ἀνεμουρίου εἰς Πλατανοῦντα στάδιοι τνʹ.

199. Ἀπὸ Πλατανοῦντος ἐπὶ χωρίον Χάραδρον στάδιοι τνʹ. Ὑπὲρ δὲ Χαράδρου κεῖται ὄρος μέγα, Ἄνδροκος καλούμενον, ἀπὸ σταδίων λʹ.

200. Ἀπὸ τοῦ Χαράδρου ἐπὶ χωρίον Κράγον καλούμενον στάδιοι ρʹ.

201. Ἀπὸ τοῦ Κράγου ἐπὶ χωρίον ἐπὶ θαλάσσης Νεφέλιον στάδιοι κεʹ.

202. Ἀπὸ τοῦ Νεφελίου ἐπὶ ἄκραν νησιάζουσαν στάδιοι πʹ.

203. Ἀπὸ νησιαζούσης ἄκρας εἰς Σελινοῦντα στάδιοι ρʹ.

204. Ἀπὸ Σελινοῦντος ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ͵αϛʹ.

205. Ἀπὸ δὲ Σελινοῦντος εἰς Ναύλους στάδιοι ρκʹ.

206. Ἀπὸ τῶν Ναύλων ἐπὶ χωρίον λεγόμενον Λαέρτην ἐπὶ θαλάσσης στάδιοι τκʹ.

207. Ἀπὸ Λαέρτου εἰς Κορακήσιον στάδιοι ρʹ.

208. Ἀπὸ Κορακησίου εἰς Αὔνησιν (*ἐπὶ χωρίον Ἁμαξίαν) στάδιοι πʹ.

209. Ἀπὸ Αὐνήσεως εἰς χωρίον καλούμενον Αὐγὰς στάδιοι οʹ.

210. Ἀπὸ Αὐγῶν ἐπ´ ἀκρωτήριον Λευκόθειον στάδιοι νʹ.

211. Ἀπὸ Λευκοθείου εἰς Κίβυραν στάδιοι νʹ.

212. Ἀπὸ Κιβύρας ἐπὶ Ἀρτέμιδος ναὸν στάδιοι νʹ.

213. Ἀπὸ Ἀρτέμιδος ναοῦ ἐπὶ ποταμὸν πλωτὸν Μέλανα στάδιοι θʹ.

Γίνονται οὖν οἱ πάντες ὁμοῦ ἀπὸ Κιλικίων πυλῶν ἕως τοῦ Μέλανος ποταμοῦ στάδιοι ͵δνʹ.

ΛΟΙΠΟΝ ΠΑΜΦΥΛΙΑ.

214. Ἀπὸ τοῦ Μέλανος ποταμοῦ εἰς Σίδην στάδιοι νʹ.

215. Ἀπὸ Σίδης εἰς Ἀττάλειαν στάδιοι τνʹ· ἀπὸ Ἀτταλείας εἰς τὸ [Κωρύκιον] ἐμπόριον στάδιοι τʹ, ἀπὸ δὲ [τοῦ] Κωρυκίου [ἐμπορίου] εἰς Σίδην στάδιοι νʹ. Ἀπὸ Σίδης εἰς τὸν Ἀκάμαντα στάδιοι ͵αϛʹ.

216. Ἀπὸ Σίδης εἰς Σελεύκειαν στάδιοι πʹ.

217. Ἀπὸ Σελευκείας εἰς ποταμὸν πλωτὸν καλούμενον Εὐρυμέδοντα στάδιοι ρʹ.

218. [Ἀπ´ Εὐρυμέδοντος εἰς Κυνοσάριον στάδιοι*]

219. Ἀπὸ Κυνοσαρίου ἐπὶ ποταμὸν καλούμενον Κέστρον στάδιοι ξʹ. Ἀναπλεύσαντι τὸν ποταμὸν πόλις ἐστὶ Πέργη.

220. [Άπὸ] τοῦ Κέστρου ἐπὶ Ῥουσκόποδα [στάδιοι*].

221. Ἀπὸ Ῥουσκόποδος ἐπὶ Μάσουραν καὶ τοὺς Καταράκτας στάδιοι νʹ.

222. Ἀπὸ Μασούρας εἰς Μυγδάλην στάδιοι οʹ.

223. Ἀπὸ Μυγδάλων εἰς Ἀττάλειαν στάδιοι ιʹ.

224. Ἀπὸ Ἀτταλείας ἐπὶ χωρίον Τένεδον στάδιοι κʹ.

225. Ἀπὸ Τενέδου εἰς Λύρναντα χωρίον στάδιοι ξʹ.

226. [Ἀπὸ Λύρναντος εἰς Φάσηλιν στάδιοι ροʹ·] ὑπὲρ τῆς πόλεως ὄρος μέγα ὑπέρκειται (Φάσηλις).

227. Ἐκ δὲ Φασήλιδος εἰς Κώρυκον στάδιοι*.

228. Ἀπὸ Κωρύκου ἐπὶ τὸν Φοινικοῦντα στάδιοι λʹ. ὑπὲρ [αὐτοῦ] μέγα ὄρος ὑψηλὸν κεῖται Ὄλυμπος καλούμενον.

229. [Ἀπὸ Φοινικοῦντος εἰς Κράμβουσαν στάδιοι νʹ·] ἐκ δὲ Φασήλιδος ἐπ´ εὐθείας εἰς Κράμβουσαν στάδιοι ρʹ.

230. Ἀπὸ Κραμβούσης ἐπὶ χώραν Ποσιδαρισοῦντα στάδιοι λʹ.

231. Ἀπὸ Ποσιδαρισοῦντος ἐπὶ Μωρὸν ὕδωρ καλούμενον στάδιοι λʹ.

232. Ἀπὸ Μωροῦ ὕδατος ἐπὶ ἄκραν Ἱερὰν καὶ νῆσον Χελιδονίαν στάδιοι νʹ.

Ὁμοῦ οἱ πάντες ἀπὸ τοῦ Μέλανος ποταμοῦ ἕως Χελιδονίων τῷ παρὰ γῆν πλέοντι στάδιοι φʹ· τὸν δὲ ἐπίτομον διὰ πόρου εἰς τὰς Χελιδονίας στάδιοι χʹ.

233. Ἔστι δὲ ἀπὸ τῶν Χελιδονίων [ἐπὶ] Μάριον καὶ τὸ τῆς Κύπρου ἀκρωτήριον, τὸν Ἀκάμαντα, ἐπ´ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι ͵αωʹ· ἀπὸ δὲ τοῦ Ἀνεμουρίου ἐπὶ τὰς Χελιδονίας νήσους στάδιοι ͵αϛʹ.

ΛΟΙΠΟΝ ΛΥΚΙΑ.

234. Ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ Μελανίππην στάδιοι λʹ.

235. Ἀπὸ δὲ Μελανίππης εἰς Γάγας στάδιοι ξʹ.

236. Ἀπὸ δὲ Γαγῶν ἐπὶ ποταμὸν Λάμυρον στάδιοι ξʹ· ὑπὲρ σταδίους ξʹ κεῖται πόλις Λάμυρα καλουμένη.

237. Ἀπὸ Λαμύρου ποταμοῦ εἰς πύργον τὸ Ἴσιον καλούμενον στάδιοι ξʹ.

238. Ἀπὸ τοῦ Ἰσίου πύργου εἰς Ἀνδριακὴν στάδιοι ξʹ.

239. Ἀπὸ Ἀνδριακῆς εἰς Σόμηνα στάδιοι δʹ.

240. Ἀπὸ Σομήνων εἰς Ἀπέρλας στάδιοι ξʹ.

241. [Ἀπὸ Ἀπερλῶν ἐπὶ * ἀκρωτήριον στάδιον νʹ.]

242. Ἀπὸ * ἀκρωτηρίου εἰς Ἀντίφελλον στάδιοι νʹ.

243. Ἀπὸ Ἀντιφέλλου εἰς νῆσον Μεγίστην στάδιοι νʹ.

244. Ἀπὸ Μεγίστης εἰς νῆσον Ῥώγην στάδιοι νʹ.

245. Ἀπὸ Ῥώγης ἐπὶ τὰς Ξεναγόρου νήσους στάδιοι τʹ.

246. Ἀπὸ τῶν Ξεναγόρου νήσων εἰς Πάταρα στάδιοι ξʹ.

247. Ἀπὸ Πατάρων ἐπὶ ποταμὸν πλωτὸν [Ξάνθον] (ὑπέρκειται πόλις Ξάνθος) στάδιοι ξʹ.

248. Ἀπὸ τοῦ ποταμοῦ Ξάνθου εἰς Πύδνας ἐπ´ εὐθείας στάδιοι ξʹ.

249. Ἀπὸ Πυδνῶν ἕως τῆς Ἱερᾶς ἄκρας στάδιοι πʹ.

250. Ἀπὸ Ἱερᾶς ἄκρας εἰς Καλαβαντίαν στάδιοι λʹ.

251. Ἀπὸ Καλαβαντίων εἰς Περδικίας στάδιοι νʹ.

252. Ἀπὸ Περδικιῶν εἰς Κισσίδας στάδιοι νʹ.

253. Ἀπὸ Κισσίδων ἐπὶ νῆσον Λάγουσαν στάδιοι πʹ.

254. Ἀπὸ Λαγούσης ἐπὶ Τελμησσὸν στάδιοι εʹ. Γίνονται ὁμοῦ οἱ πάντες [ἀπὸ τῆς Ἱερᾶς ἄκρας] ἕως Τελμησσοῦ στάδιοι ͵αφʹ.

ΛΟΙΠΟΝ ΚΑΡΙΑ.

255. Ἀπὸ Τελμησσοῦ ἐπὶ Πηδάλιον κατὰ τὴν Ῥόπισαν στάδιοι σʹ.

256. Ἐκ Τελμησσοῦ εἰς Δαίδαλα στάδιοι νʹ.

257. Ἐκ Δαιδάλων εἰς Καλλιμάχην στάδιοι νʹ.

258. Ἐκ Καλλιμάχης εἰς Κρύα στάδιοι ξʹ.

259. Ἐκ Κρύων εἰς τὰς Κλύδας, στάδιοι νʹ.

260. Ἐκ Κλυδῶν ἐπὶ τὸ Πηδάλιον ἀκρωτήριον στάδιοι λʹ.

261. Ἀπὸ τοῦ Πηδαλίου ἐπὶ τὸν Ἀγκῶνα τὸν ἐπὶ τοῦ Γλαύκου στάδιοι πʹ.

262. Ἀπὸ τοῦ ἄγκωνος ἐπὶ τὸν Καυνίων Πάνορμον στάδιοι ρκʹ.

263. Ἀπὸ τοῦ Πανόρμου ἐπὶ τὴν Κυμαρίαν καλουμένην στάδιοι νʹ.

264. Ἀπὸ Κυμαρίας εἰς Πασάδαν στάδιοι ξʹ.

265. Ἀπὸ Πασάδης εἰς Καῦνον στάδιοι λʹ.

266. Ἀπὸ Καύνου εἰς τὴν Ῥόπουσαν στάδιοι ιεʹ.

267. Ἀπὸ τῆς Ῥοπούσης εἰς τὸ ἀπέναντι, εἰς Λευκόπαγον, στάδιοι μʹ· ἀπὸ δὲ τῆς Ῥοπούσης εἰς Σάμον στάδιοι ρʹ.

268. Ἀπὸ τῆς Σάμου ἐπὶ [τὸ] Ποσείδιον στάδιοι ξʹ.

269. Ἀπὸ τοῦ Ποσειδίου ἐπὶ τὸν Φάλαρον στάδιοι νʹ.

270. Ἀπὸ τοῦ Φαλάρου εἰς νῆσον Ἐλαιοῦσσαν καλουμένην στάδιοι νʹ.

271. Ἀπὸ τῆς Ἐλαιούσσης εἰς Ῥόδον στάδιοι ρνʹ· ἥτις ποιεῖ ἐπὶ Μαλλὸν μὲν σταδ. χʹ, καὶ ἐπὶ τὸ Ἱερὸν τῶν Βυζαντίων σταδ. χʹ.

272. Ἐκ Ῥόδου εἰς Ἀλεξάνδρειαν στάδιοι ͵δφʹ.

Ἐκ Ῥόδου εἰς Ἀσκάλωνα στάδιοι ͵γχʹ. Ἐκ Ῥόδου εἰς Καισάρειαν στάδιοι ͵γχʹ.

Ἐκ Ῥόδου εἰς Βηρυτὸν στάδιοι ͵γχʹ.

Ἐκ Ῥόδου εἰς Σιδόνα στάδιοι ͵γχʹ.

Ἐκ Ῥόδου εἰς Βύβλον στάδιοι ͵γχʹ.

Ἐκ Ῥόδου εἰς Τρίπολιν στάδιοι ͵γχʹ.

Ἐκ Ῥόδου εἰς Σελεύκειαν στάδιοι ͵γχʹ.

Ἐκ Ῥόδου εἰς Κιλικίαν στάδιοι ͵αφʹ.

Ἐκ Ῥόδου εἰς Κώρυκον στάδιοι ͵α.

Ἐκ Ῥόδου δὲ ἐπὶ τὴν Κύπρον τὴν ἑσπερίαν ἐπ´ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι ͵βωʹ.

Ἐκ Ῥόδου εἰς Πάταρα στάδιοι ψʹ.

Ἐκ Ῥόδου εἰς Καῦνον στάδιοι υνʹ.

Ἐκ Ῥόδου εἰς νῆσον Ῥόπουσαν στάδιοι τνʹ.

Ἐκ Ῥόδου εἰς Φύσκον στάδιοι υνʹ.

Ἐκ Ῥόδου εἰς Ἄγνην στάδιοι τνʹ.

Ἐκ Ῥόδου εἰς Κνίδον στάδιοι ψνʹ.

Ἐκ Ῥόδου εἰς Νίσυρον στάδιοι ωκʹ.

Ἐκ Ῥόδου εἰς Τῆλον στάδιοι φνʹ.

Ἀπὸ Λεπαταλέων ἐπὶ τὸ Ποσείδιον τὸ Καρπάθου στάδιοι υκʹ.

Ἐκ Ῥόδου εἰς τὴν Κῶ στάδιοι ωνʹ.

Ἐκ Ῥόδου εἰς τὴν Χίον στάδιοι ͵γʹ.

Ἐκ Ῥόδου εἰς Μύνδον στάδιοι ͵α.

Ἐκ Ῥόδου εἰς Σάμον στάδιοι ͵αωʹ.

Ἐκ Ῥόδου εἰς Τένεδον στάδιοι ͵γψʹ.

273. [Ἔστι δὲ ἀπὸ Ῥόδου εἰς τὸ Σκύλλαιον τῆς Ἀργολίδος πλέειν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις*]· πλεύσεις δὲ ἔχων ἐκ τῶν εὐωνύμων νήσους [τὴν] Νίσυρον καὶ τὴν Ἀστυπάλειαν, ἐκ δὲ τῶν δεξιῶν τὴν Κῶ καὶ τὴν Λέρον [καὶ τὴν Κίναραν καὶ τὴν Ἀμοργὸν, καὶ πλεύσεις ἐπὶ τὴν Δόνουσαν σταδίους ν*]· τὸ λοιπὸν ἀπὸ τῆς Δονούσης λαβὲ εὐωνύμους καὶ Ἰὸν καὶ Σίκινον καὶ τὴν Σίφνον (καὶ τὴν Θήραν) καὶ τὴν Σέριφον καὶ τὴν Κύθνον, ὅθεν ὁρᾶται τὸ Σκύλλαιον.

274. Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδιοι ρπʹ.

275. Ἀπὸ Κῶ εἰς Ἁλικαρνασὸν στάδιοι ρπʹ.

276. Ἀπὸ Ἁλικαρνασοῦ εἰς Μύνδον στάδιοι σκʹ.

277. Ἀπὸ Μύνδου εἰς Λέρον στάδιοι τνʹ.

278. Ἀπὸ Μύνδου εἰς τὴν Κῶ στάδιοι ρμʹ.

279. Ἀπὸ δὲ Κῶ εἰς Λέρον στάδιοι τνʹ.

Ἀπὸ Κῶ εἰς Δῆλον στάδιοι ͵ατʹ.

Ἀπὸ Κῶ εἰς Σάμον στάδιοι ͵α.

280. Ἔστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον πλέειν [ἐπὶ τὴν δύσιν] τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις ͵ατʹ. Πλεύσεις δὲ εἰς Κάλυδναν· καταπλεύσεις δὲ ἐκ δεξιῶν ἔχων τὸ Ὑψίρισμᾳ· καὶ τὰς Καλύδνας καὶ (τὴν Κέλεριν καὶ) τὴν Λέρον καὶ τὴν Πάτμον δεξιὰς λαβὼν, τοὺς δὲ Μελαντείους καὶ τὴν Μύκονον ἐκ τῶν εὐωνύμων καὶ Τῆνον [ἐκ δεξιῶν ἔχων] καταχθῇς εἰς Δῆλον.

281.Ἀπὸ Μύνδου* ἥτις ἐστὶ διὰ τῆς Ἀττικῆς * στάδ. ͵αφʹ. πλεύσεις δὲ διὰ τῶν Κορσικῶν καὶ τῆς τε Λέρου καὶ τῆς Καλύδνης· καὶ τὴν Ὀροβίδα λαβὼν [δεξιὰν] πλέε ἐπὶ τὰς Ἀμοργίας· τήν τε Δόνουσαν καὶ τὴν Νάξον καὶ τὴν Κύθνον ἔχε δεξιάν.

282. Ἐὰν δὲ θέλῃς διὰ νήσων πλέειν, οὕτως πλέεις·

Ἀπὸ Κῶ εἰς Λέρον σταδίους ονʹ.

Ἐκ Λέρου εἰς Λέβινθον σταδίους σνʹ.

Ἐκ Λεβίνθου εἰς Κίναρον σταδίους φʹ.

Ἐκ Κινάρου ἐπὶ τὰ ἔγγιστα τῆς Ἀμοργίας (ἐπὶ τὰ πέρατα) σταδίους πεʹ.

Καὶ ὁ παράπλους τῆς Ἀμοργίας εἰς Μινώαν σταδίων πεʹ.

[Ἀπὸ Μινώας ἐπὶ τὴν Κέρειαν πλεύσεις σταδίους πεʹ].

Ἐκ τῆς Κερείας, εὐώνυμον ἔχων τὴν Κέρειαν, εἰς τὸν Ναξίων Πάνορμον σταδίους ξεʹ.

Ἀπὸ τοῦ Πανόρμου εἰς Δῆλον σταδίους υκʹ.

283. Ἀπὸ Κῶ εἰς Λέρον σταδίους τκʹ.

Ἀπὸ Λέρου ἐπὶ τὸ Παρθένιον σταδίους ξʹ.

Ἀπὸ [τοῦ Παρθενίου τῆς] Λέρου ἐπὶ τὸ τῆς Πάτμου Ἀμαζόνιον σταδίους σʹ.

Ἀπὸ τοῦ Ἀμαζονίου ἐπὶ τὴν Κορσίαν σταδίους υʹ.

Ἀπὸ τῆς ἄψης * Ἀμαζονίου εἰς Δῆλον σταδίους ψνʹ.

Ἀπὸ Δήλου εἰς Σῦρον σταδίους ρνʹ.

[Ἀπὸ Σύρου εἰς Ἄνδρον σταδίους ρνʹ].

Ἀπὸ Ἄνδρου εἰς λιμένα Γαυρίου σταδίους πʹ.

Ἀπὸ Γαυρίου ἐπὶ [τὸ Παιώνιον] ἀκρωτήριον σταδίους νʹ.

Ἀπὸ τοῦ ἀκρωτηρίου εἰς [Γεραιστὸν] ἔγγιστα ἄκρας σταδίους υνʹ.

Ἀπὸ τῆς Γεραιστοῦ εἰς Κάρυστον σταδίους ρκʹ.

Ἐκ Καρύστου εἰς Πεταλίας σταδίους ρʹ.

284.Ἐπάνειμι πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα πρὸς νήσους τάσδε·

Ἐκ Δήλου εἰς Θήραν στάδιοι τνʹ.

Ἐκ Δήλου ἐπὶ τὴν Ἀμοργίαν (εἰς τὴν Μινώαν) στάδιοι χνʹ.

Ἐκ Δήλου εἰς Ἀνάφην στάδιοι ρʹ.

Ἐκ Δήλου εἰς Ἰὸν στάδιοι χνʹ.

Ἐκ Δήλου εἰς τὰς Κορσίας στάδιοι χνʹ.

Ἐκ Δήλου εἰς Κίμωλον στάδιοι ωʹ.

Ἐκ Δήλου εἰς Σίφνον στάδιοι χμʹ.

Ἐκ Δήλου εἰς Κύθνον στάδιοι τνʹ.

Ἐκ Δήλου εἰς Τῆνον στάδιοι τνʹ.

Ἐκ Δήλου εἰς Νάξον στάδιοι τνʹ.

Ἐκ Δήλου ἐπὶ τὴν Δόνουσαν στάδιοι τκʹ.

Ἐκ Δήλου εἰς Πάτμον στάδιοι ωνʹ.

Ἐκ Δήλου ἐπὶ τὸν Μελάντειον σκόπελον στάδιοι ρπʹ.

Ἐκ Δήλου εἰς Κέων στάδιοι τʹ.

Ἐκ Δήλου εἰς Ἄνδρον στάδιοι ωʹ.

Ἐκ Δήλου εἰς Πάρον στάδιοι υʹ.

285. Ἐπάνειμι πάλιν εἰς Μύνδον, ἀφ´ ἧς κατέλιπον.

Ἐκ Μύνδου εἰς Πάνορμον στάδιοι πʹ

286. Ἐκ Μύνδου εἰς Βαργύλια στάδιοι σνʹ.

287. Ἀπὸ Πανόρμου εἰς Ποσείδιον [τὸ] καὶ Ἄγκιστρον στάδιοι σνʹ.

288. Ἀπὸ Βαργυλίων εἰς Ἴασον στάδιοι σκʹ.

289. Ἀπὸ Ἰάσου ἐπ´ ἀκρωτήριον Ποσείδιον στάδιοι ρκʹ.

290. Ἀπὸ Ποσειδίου εἰς τὴν Ἀκρίταν στάδιοι σμʹ.

291. Κεῖται κατέναντι [Ἰάσου] Πάσσαλα πηγή· ἔνθεν ἐστὶν ἀποβῆναι εἰς Μύλασα σταδ. κʹ.

292. Ἀπὸ δὲ τοῦ Ποσειδίου εἰς Πάνορμον στάδιοι μʹ.

293. Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι πʹ.

294. Ἐπάνειμι πάλιν διὰ πόρου εἰς Μύνδον. Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι τʹ.

295. Ἀπὸ δὲ τῆς Φαρμακούσσης εἰς Μίλητον στάδιοι ρκʹ.

296. Ἀπὸ Μιλήτου εἰς Σάμον στάδιοι τʹ.

Οἱ πάντες ἀπὸ Τελμησσοῦ ἕως Μιλήτου στάδιοι βφʹ.

[ΚΥΠΡΟΥ ΠΕΡΙΠΛΟΥΣ.]

297. Ἀπὸ τοῦ Ἀκάμαντος, τὴν Κύπρον εὐώνυμον ἔχοντι εἰς Πάφον στάδιοι τʹ· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνέμῳ, καὶ ἱερὸν Ἀφροδίτης.

298. Ἀπὸ Πάφου εἰς Νουμήνιον (νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβε δεξιᾷ) στάδιοι ρκεʹ.

299. Ἀπὸ Νουμηνίου εἰς Παλαίπαφον στάδιοι ρκεʹ.

300. Ἀπὸ Παλαιπάφου εἰς Τρήτους (ἀκρωτήριόν ἐστι) στάδιοι νʹ.

301. [Ἀπὸ Τρήτων εἰς τὸ Κουριακὸν στάδιοι*].

302. Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρνʹ· πόλις ἐστὶν ἀλίμενος· ἀσφαλίζου τὸν τόπον.

303. Ἀπὸ δὲ τοῦ Κουριακοῦ ἐπὶ Καργαίας στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον λιμένα, ὕφορμον καὶ ὕδωρ.

*****

304. Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι πʹ· πόλις ἐστὶν ἔρημος, λεγομένη Ἀμμόχωστος· ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαφυλάττου.

305. Ἀπὸ τῶν νήσων εἰς Σαλαμῖνα στάδιοι νʹ· πόλις ἐστὶ, λιμένα ἔχει.

305a. Ἀπὸ Σαλαμῖνος εἰς Παλαιὰν στάδιοι ρκʹ· κώμη ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

306. Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τʹ.

307. Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα ....... στάδιοι ξʹ· ὅρμοι εἰσὶ δύο, ὁ μέν ἐστι χαροπὸς, ὁ δὲ λευκὸς, ἔχοντες ἑκάτεροι ὕδωρ. Ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀφροδίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο, ἔχουσαι ἀμφότεραι ἀνάπλους.

308. Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ψʹ.

309. Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σοʹ· πόλις ἐστί· λιμένα ἔχει ἔρημον· χειμάζει βορέου.

310. Ἀπὸ δὲ τοῦ Κρομμυακοῦ ἐπὶ τὸ Μελαβρὸν στάδιοι νʹ· ὅρμος ἐστὶ θερινός.

311. Ἀπὸ Μελαβροῦ εἰς Σόλους στάδιοι τʹ· πόλις ἐστὶν ἀλίμενος.

312. Ἀπὸ Σόλων εἰς Κερύνειαν στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει ὕφορμον.

313. Ἀπὸ Κερυνείας εἰς Λάπαθον στάδιοι υνʹ. πόλις ἐστὶν ἔχουσα ὅρμον.

314. Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου.

315. Ἀπὸ Καρπασείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρʹ· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾶς περίπλους τῆς Κύπρου στάδιοι ͵ασνʹ.

316. Ἀπὸ τοῦ αὐτοῦ Κουριακοῦ εἰς τὸ Πηλούσιον στάδιοι ͵ατʹ.

317. Ἀπὸ δὲ τοῦ Κιτίου τῆς Κύπρου εἰς Ἀσκάλωνα στάδιοι ͵γτʹ.

ΚΡΗΤΗΣ ΠΕΡΙΠΛΟΥΣ.

318. Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φʹ· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς· ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα.

319. Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι πʹ· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον [ἣ] καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ.

320. Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι οʹ· πολίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης.

321. Ἀπὸ Βιένου εἰς Λέβηναν στάδιοι οʹ· ἐκεῖ πα–ράκειται νησίον, ὃ καλεῖται Ὀξεῖα· ὕδωρ ἔχει.

322. Ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κʹ.

323. Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τʹ· πόλις ἐστὶ, καὶ λιμένα ἔχει.

324. Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξεʹ· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει.

325. Ἀπὸ Σουλήνας εἰς Ψυχέα στάδιοι ιβʹ· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψυχέα στάδιοι τνʹ· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.

326. Ἀπὸ Ψυχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρνʹ· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ.

327. Ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λʹ.

328. Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ νῆσον. Ἀπὸ δὲ Κλαυδίας εἰς Φοίνικα στάδιοι τʹ. Ἔχει πόλιν καὶ λιμένα.

329. Ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξʹ· πόλις μικρά ἐστιν· ἔχει ὅρμον.

330. Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξʹ· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ.

331. Ἀπὸ Ποικιλασσοῦ εἰς Σύβαν στάδιοι νʹ· πόλις ἐστὶ καὶ λιμένα καλὸν ἔχει.

332. [Ἀπὸ Σύβης εἰς Λισσὸν στάδιοι λʹ.]

333. Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σνʹ.

334. Ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λʹ. ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον.

335. Ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Βίεννον στάδιοι ιβʹ· λιμένα ἔχει καὶ ὕδωρ.

336. Ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξʹ· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά· νῆσος δὲ ἀπὸ σταδίων ξʹ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι· ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γʹ· καλεῖται Μέση, καὶ ὅρμον ἔχει· ἡ δὲ τρίτη καλεῖται Μύλη· ὁ δὲ πλοῦς βαθύς· ἀγορὰν ἔχει.

337. Ἀπὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι νʹ· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης.

338. Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι νʹ· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος· ἔστι δὲ ἐσώτερος κόλπος, καὶ καλεῖται Μυρτῖλος· καὶ ὕδωρ ἔχει.

339. Ἀπὸ Ἀγνείου εἰς Κίσαμον στάδιοι πʹ· πόλις ἐστὶν ἐν κόλπῳ κειμένη. ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ.

340. Ἀπὸ Κισάμου ἐπὶ Τίτυρον στάδιοι κεʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν, κατάδενδρον· βλέπει πρὸς ἄρκτον.

341. Ἀπὸ Τιτύρου ἐπὶ τὸ Δικτυνναῖον στάδιοι πʹ· ὅρμος ἐστὶν ἐν αἰγιαλῷ.

342. Ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι ροʹ· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τὴν Κρήτην [καὶ] πρὸς ἄρκτον.

343. Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξʹ· πόλις ἐστίν· ἔχει λιμένα, καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει.

344. Ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται σταδίοις ρνʹ· πεζῇ δὲ στάδιοι ρκʹ· ὁ τόπος Μίνως καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἳ καλοῦνται Λευκαί.

345. Ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρνʹ· ποταμός ἐστι καὶ λιμὴν περὶ αὐτὸν παραχειμαστικὸς, καὶ πύργον ἔχει.

346. Ἀπὸ Ἀμφιματρίου εἰς Ὕδραμον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευθέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου στάδιοι νʹ.

347. Ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λʹ. λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ. [Ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων νʹ.]

348. Ἀπὸ Ἀστάλης εἰς Ἡράκλειον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κʹ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μʹ πρὸς δύσιν· καλεῖται Δῖος.

349. Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδιοι λʹ· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα.

350 Ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξʹ· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κʹ*.

351. Ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιεʹ.

352. Ἀπὸ Καμάρας εἰς Ἴστρον στάδιοι κεʹ.

353. Ἀπὸ τῆς Ἴστρου ἐπὶ τὴν Κητίαν ἄκραν στάδιοι ιεʹ· ὕφορμός ἐστιν, ἄνυδρος δέ.

354. Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδας στάδιοι τʹ· νῆσοι εἰσὶ δύο, ἔχουσαι λιμένα καὶ ὕδωρ.

355. Ἀπὸ Διονυσιάδων εἰς τὸ Σαμώνιον, ὅθεν ἠρξάμεθα περιάγειν τὴν Κρήτην, στάδιοι ρκʹ.