Μετάβαση στο περιεχόμενο

Αλεξίου Κομνηνού ποίημα παραινετικόν

Από Βικιθήκη
(Ανακατεύθυνση από Σπανέας)
Ἀλέξιου Κομνηνοῦ ποίημα παραινετικόν
άγνωστος
Έργο γνωστό επίσης ως Σπανέας. Επιμέλεια Wilhelm Wagner, Carmina graeca medii aevi, Teubner, Λειψία 1874, σ. 1—27.


ΑΛΕΞΙΟΥ ΚΟΜΝΗΝΟΥ ΠΟΙΗΜΑ ΠΑΡΑΙΝΕΤΙΚΟΝ.

Στίχοι, γραφὴ καὶ διδαχὴ, καὶ παραινέσεως λόγοι
ἐξ Ἀλεξίου Κομνηνοῦ τοῦ μακαριωτάτου,
πρὸς τὸν τοῦ πρίγκιπος υἱὸν Καίσαρος Βρυεννίου,
εἰς φρόνησιν καὶ παίδευσιν, εἰς λόγων εὐκοσμίαν.


Τέκνο μου ποθεινότατον, παιδίν μου ἠγαπημένον, 5
ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου,
ἤλπιζ’ εἰς τὰς πικρίας μου ταύτας τὰς ἀφορήτους
καὶ τοὺς πολλούς μου στεναγμοὺς καὶ τοὺς ἀμέτρους πόνους,
ἵνα σ’ εὕρω ἀνασασμὸ καὶ παρηγόρημά μου,
καὶ κουφισμὸν τῶν πόνων μου τῶν ἀπαραμυθήτων, 10
καὶ παρηγόρημα ψυχῆς, καρδίας μου λαμπάδα.
ὁ λογισμός μου πάντοτε φέρνει σε εἰς τὸν νοῦν μου,
καὶ πάντοτ’ ἡ καρδία μου εἰς φῶς ποτὲ οὐκ ἦλθεν.
παιδίν μου, ἂν ἠπόρησε τῆς πολιᾶς τὸ γῆρας,
ἐγὼ φαντάζομαι, δοκῶ, ὅτι ἔμπροστέν μου στέκεις, 15
καὶ κράζω, κράζω, κι οὐ λαλεῖς, ταράσσεις τὴν ψυχήν μου.
ἀπὸ στενοχωρίας μου, ἀπὸ πολλῆς μου θλίψῃς
ἁπλόνω κι οὐχ εὑρίσκω σε, ’μιλῶ σε, οὐ ’μιλεῖς με.
καὶ παρευθὺς οἱ πόνοι σου κεντοῦσιν τὴν ψυχήν μου
καὶ κατακόπτουσιν αὐτήν, ἀναίσθητος ὑπάρχω. 20
καὶ τῆς φωνῆς σου τῆς λαμπρᾶς ἀκούων, τὸ παιδίν μου,
τὰ δάκρυά μου ῥέονται, τρέχουν ὡς τὸ ποτάμιν.
ἂν στοχαστῇς, υἱούτσικε, πλέον οὐ μὴ γάρ μ’ εἶπες,
εἰ μὴ ψυχρὸν κι ἀναίσθητον κρύσταλλον παγωμένον.
ἀνέλυσέ μ’ ἡ φλόγωσις τῶν πολυστεναγμάτων 25
καὶ ’γάλιν ’γάλιν χύνομαι, λύομαι, ὑπαγαίνω.
αὐτὰ ἐθάρρουν εἰς ἐσὲν, παιδίν μου, νὰ κερδήσω;
ἤλπιζα εὕρειν θησαυρὸν κ’ ηὗρα καρβούνιν μέγα

κ’ ἔσω ἡ καρδιά μου φλέγεται ...
οὐκ ἠμπορῶ καταλεπτῶς γραφειν σε τὰ παθαίνω. 30
μὴ δώσῃς τὴν καρδίαν μου στενάγματα καὶ πόνους
καὶ φέρῃς καὶ τό γῆράς μου εἰς ὀλιγοθυμίαν.
ἀρκοῦσι νῦν τὰ ἔπαθες καὶ περισσεύουσίν σε,
πῶς πάσχεις ὡς παντόρφανος κί’ ἀποξενιτεμένος.
ἐξεύρεις πόσην προσοχὴν καὶ πόσον πόνον ἔχεις 35
εἰσὲ ἐμὲν τὸν δόλιον, τὸν πολυπονεμένον,
ἂν λόγους παραινετικοὺς ἤκουσες ἀπ’ ἐμένα·
καλὴν βουλὴν σὲ ἔδωκα καὶ κράτει τὴν ἂν θέλῃς·
καὶ ἂν ἐσὺ, παιδίον μου, τὰ βάλλῃς εἰς τὸν νοῦν σου,
οὐ μὴ ἐκβάλλῃ ἀπὸ σὲν οὐ θλίψις οὐδὲ χρόνος. 40
ἐγὼ γὰρ, εἰ κι ἀπόδημος καὶ χωρισμένος εἷμαι.
ποτέ μου ἡ καρδίτσα μου χωρίζετ’ ἀπὸ σένα.
γράφω σε στίχους ἐκλεκτοὺς, στίχους ἐκ τοὺς ἠγάπας,
καὶ ὅταν εὕρῃς ἄδειαν, κάθου κι ἀνάγνωθέ τοὺς.
καὶ θὲς τὸν νοῦν σου εἰς αὐτοὺς καὶ βάλλε τὸν σκοπόν σου 45
καὶ οἶον εὕρῃς ἀγαθὸν, θές τον εἰς τὴν ψυχήν σου,
κ’ ἔχε ’τον εἰς ἐνθύμησιν, καὶ κράτει τον ’ς ’τον νοῦν σου.
καὶ εἰς καιρόν ὀκάποτε, ὅταν οὐκ ἀπαντέχῃς,
νὰ τοὺς εὑρῇς πρὸ ὀφθαλμοῦ εἰς ὄφελόν σου μέγα.
εἰ δὲ καὶ ἔχει τίποτες ἀχρήσιμον τό πρᾶγμα, 50
ἐκεῖνο μὴ τὸ χρειαστῃς, μηδόλως τὸ θελήσης.
λοιπὸν, υἱέ μου, ἀπὸ τοῦ νῦν ἀπάρχομαι τοῦ λέγειν,
καὶ θὲς ’ς τὸν νοῦν σου, ἄκουσε καλὰ καὶ πρόσεχέ τὰ.

Πρὸ πάντων ἔχε τοῦ θεοῦ τὸν φόβον εἰς τὸν νοῦν σου,
καὶ πρόσεχ’, ὅτι τὰ κρυπτὰ γινώσκει τῶν ἀνθρώπων, 55
ἐλέγχει δὲ τοὺς λογισμοὺς, δικάζει καὶ τὰς πράξεις,

καὶ φανερόνει τὰ κρυπτὰ καὶ τοὺς κακοὺς κολάζει,
τοὺς δὲ καλοὺς εὐεργετεῖ καὶ φίλους ὀνομάζει·
εἰς τοῦτον μόνον ἔλπιζε κ’ εἰς ἄλλον μὴ ἐλπίζῃς.
λέγει γάρ τις τῶν προφητῶν ἐκείνων τῶν ἁγίων· 60
εἴ τις εἰς θεὸν ἤλπισεν, ποτὲ οὐ καταισχύνθη.
ἄλλος δὲ πάλιν θαυμαστὸc προφήτης λέγει τοῦτο·
εἴ τις εἰς ἄνθρωπον θαρρεῖ κ ’ εἰς ἄνθρωπον ἐλπίζει,
ἐπικατάρατός ἐστιν μᾶλλον κ’ ἀπελπισμένος.

Τὸν βασιλέα, ὦ υἱὲ, τίμα ’τον καὶ φοβοῦ τον· 65
πρόβλησις ἔνι τοῦ θεοῦ ὁ βασιλεὺς, παιδίν μου·
ἂν ἔχῃς πίστιν εἰς αὐτὸν, ὡς ἀπαιτεῖ ὁ νόμος,
οὐ μὴ σὲ λείψῃ τὸ καλὸν καὶ ἡ ἀγάπη τούτου,
διότι ἡ καρδία του δύναται παρὰ πάντων,
καὶ παρὰ πάντας δύναται παιδίν μου, εἰς τὸ θέλει, 70
καὶ εἴ τι θέλει, δύναται ποιεῖν τὸ ὅταν θέλῃ·
ὡς ἔχει γὰρ τὴν δύναμιν, ἐργάζεται συντόμως.

Ἕνα θεὸν ἐγνώριζε τῶν πάντων βασιλέα,
ἕνα θεὸν φοβήθητι τῶν πάντων εὐεργέτην,
θεὸν τὸν παντοδύναμον, θεὸν καρδιογνώστην·75
καὶ ἂν ἀκούσῃς κατ’ αὐτοῦ ῥήματα βλασφημίας,
νὰ μὴ τὰ παραδέξεσαι μηδ’ ὑποφέρῃς ὅλως,
ὅτι εἰς κόλασιν σχεδὸν ἐκπίπτεις τῆς γεέννης.
ἂν μάθῃς λόγον βλάσφημον κατὰ τοῦ βασιλέως,
τάχιστα δράμε, δεῖξέ τον ...........80
νὰ πάθῃ ὡς ἐπίβουλος, νὰ παιδευθῶσιν ἄλλοι.
θεὸς γὰρ ὀνομάζεται κι ὁ βασιλεὺς, παιδίν μου,
καὶ εἴ τις φέρει κατ’ αὐτοῦ, κίνδυνος ἔνι κόσμου.

Ὡσὰν ἰδῇς τὸν φίλον σου, παιδίν μου, πρός ἐσένα,
οὕτως ἃς ᾗσαι πρὸς αὐτὸν, κι οὐ μὴ σὲ λείψῃ φίλος.85

ὁπόταν θέλῃς κτήσασθαι μετά τινος φιλίαν,
πολυπραγμόνει, μάνθανε, ψηλάφα, κατερώτα
τὴν γνώμην καὶ τὴν φρόνησιν καὶ τὴν προαίρεσίν του,
μᾶλλον ἂν εἶχεν πρὸ ἐσοῦ φίλον καὶ πῶς τὸν εἶχεν,
καὶ ποταπὴν ὑπόληψιν ἔδειξε πρός ἐκεῖνον. 90
κι ἂν μάθης, ὅτι καθαρὰν ἐφύλαξεν ἀγάπην,
τότε ἀναγκαλίσου τον καὶ δέξου τον ὡς φίλον.
εἰ δ’ εἰς τὸν πρῶτον ἔσφαλεν κι οὐκ ἔστερξεν ὡς φίλον,
φεῦγε, ὅσον τό δύνασαι, ἀποχωρίσου ἀπ’ αὐτοῦ.
πρόσχες, παιδίν μου, ἀκριβῶς, πῶς γὰρ ἐτάχθης φίλος· 95
ἔχε τιμὴν κι ᾀσχόλησιν καὶ καθαρὰν ἀγάπην,
καὶ χῶμαν γίνου, ἂν ἠμπορῇς, νὰ σὲ πατοῦσιν ὅλοι.
ἐξακολούθει θέλημαν, καλὴν βουλὴν ἀνθρώπων.
τοῦτό ἐστιν τὸ εὔλογον, ὅλους τιμὴν νὰ δίδης·
αὐτὰς καὶ μόνον ἀγαθὰς ἔχε χρηστὰς ἐλπίδας. 100
πρόσεχ’ αὐτοῦ ποῦ ἠκούμπησες κι ἐτάχθης νὰ δουλεύῃς,
στοχάσου τὴν δουλείαν τοὺς, νόησε τὴν βουλήν τοὺς·
οὐκ ἔχουν τὴν τυραννικὴν οὐδ’ ἀπό δυναστείας,
ἀλλ’ ἐκ θεοῦ τὴν ἔχουσι καὶ θέλουν τὴν κερδίσει.
ἐσὲν δὲ τί σὲ ἔχουσιν καὶ τί σὲ χρεωστοῦσιν; 105
ὡς γνήσιον οὐκ ἔχουσιν, παιδὶν, νὰ σ’ ἀγαπῶσιν.
ἂν ἔχουν πρὸς ἐσὲν, υἱὲ; ἀσχόλασιν κι ἀγάπην,
ἁρμόζει σε τὸ νὰ γενῆς δοῦλος δεδουλωμένος.
τίμα τοὺς καὶ πόθει αὐτοὺς ὡς (ἀληθεῖς) γονεῖς σου,
ἀγάπα τοὺς ὡς φίλους σου, κάμνε τὸ θέλημάν τους.110

Ἀγάπα τὰ στρατιωτικὰ, σπούδαζε, μάνθανέ τὰ·
στρατιῶται ἦσαν ὅλοι σου καὶ πάπποι καὶ πρόπαπποι,

ὅλον τὸ γενολόγιν σου καλοὶ στρατιῶται ἦσαν.
κι ἂν τ ’ ἀγαπᾷς, ἐγνώριζε, σύντομα νὰ τὰ μάθῃς·
τεχνίτην· ἔχεις μάστοραν, μόνον νὰ τὸν προσέχῃς. 115
πόλλ’ ἔχει μέγαν ὄνομα ὁ Καῖσαρ ὅν δουλεύεις
εἰς ὅλα τὰ στρατεύματα, εἰς τὰ κεφαλατὶ́κια.
ἂν σὲ συντύχῃ, πρόσεχε, ἄκουε νὰ μανθάνῃς,
πλὴν μετὰ ταπεινότητος καὶ προσοχῆς μεγάλης.
θές τὰ εἰς τὴν καρδίαν σου, ἔχε τὰ εἰς τὸν νοῦν σου, 120
ἂν τύχῃ κάποτε καιρὸς νὰ ταὔρῃς ἔμπροσθέν σου.
εἰς τό κυνήγι σπούδαζε καὶ τρέχε καὶ γρηγόρει,
ὅτι μεγάλως ἐξυπνᾷ τὸν ἄνδρα τό κυνήγιν.
ἄκουε πάντα συνετῶς, καὶ χώριζε τό κρεῖττον.
μὴ προλαμβάνῃ ἡ γλῶσσά σου ποτὲ τὸν λογισμόν σου. 125
πολλοὺς γὰρ ἐκ συναρπαγῆς παρέδωκεν ἡ γλῶσσα,
καὶ διὰ τοῦτο πρόσεχε πρῶτον καλὰ καὶ σκόπει,
καὶ τότε λάλει ταπεινὰ καὶ μεμελετημένα
ἡ προσευχὴ πρὸς τὸν θεὸν μεγάλως οἰκειοῦται· .
ὁπόταν γὰρ ἡ προσευχὴ γίνετ’ ἀπὸ καρδίας, 130
ὥσπερ ὁποῦ συνομιλεῖ τόν κύριν του πολλάκις,
θαῤῥεῖ, παῤῥησιάζεται, ὡς ἔθος πρὸς ἐκεῖνον,
οὕτως ὁ προσευχόμενος καὶ ψάλλων κατὰ μόνας
λαμβάνει χάριν ἐκ θεοῦ, εὑρίσκει παῤῥησίαν.
λοιπὸν εἰς τὴν καρδίαν σου θές τὸ, παιδί μου, τοῦτο, 135
καὶ ὅταν εὕρῃς ἄδειαν, καὶ ψάλλε καὶ προσεύχου.
πάντα γὰρ τὰ φαινόμενα καὶ τὰ λαμπρὰ τοῦ κόσμου
οὐκ ἔχουσιν ὑπόληψιν οὐδὲ φιλοτιμίαν·
τίποτ’ οὐκ ἔφερεν κανεὶς ἐκ τὸν παρόντα κόσμον·

γυμνοὶ γὰρ ἐγεννήθημεν, γυμνοὶ πάλιν θανοῦμε, 140
καὶ τοῦ γυμνοῦ πτωχότεροι· παιδίν μου, τί κερδαίνεις
πλοῦτος ζωῆς καὶ χρήματα, ματαιοτάτην δόξαν;
[τοῦ κόσμου τούτου ἡ ζωὴ, ταύτην γὰρ πάντα φέρει
τρόπος καλός, ἐνάρετος καὶ καθαρὸς τοῦ βίου]
ἦθος σεμνὸν καὶ ταπεινὸν καὶ μετριοφροσύνη, 145
οὔτε ὁ πλοῦτος ἀληθῶς, οὐ δόξα ἐπαινεῖται,
αὔτ' ἔχουν καὶ τὸν ἔπαινον, αὔτ' ἔχουν καὶ τὸν ψόγον.
γίνωσκε, τιμιώτερον τῆς ἀρετῆς οὐκ ἔνι·
τὸ κάλλος γὰρ ἠχρείωσεν ἡ νόσος καὶ τὸ γῆρας,
ἡ δ' ἀρετὴ, ὅσον γηρᾷ, γίνεται λαμπροτέρα 150
καὶ κέρδος ἔχει δαψιλὸν τὴν ἄνω βασιλείαν.
μὴ προτιμήσῃς συγγενῶν ἀγάπην περὶ φιλίαν,
μηδὲ συγκρίνῃς πρόσωπον γνησίων ἐκ μακρόθεν·
σύγκρισιν ἔχε καθαρὰν, ἀγάπην παρὰ ὅλα·
οὐκ ἔστιν γὰρ ἀντάλλαγμα τῆς καθαρᾶς ἀγάπης. 155
ἄτακτον τέλειον σαλὸν βαροῦ κι ἀπόφευγέ το.
λόγον ἀπόφευγε θρασὺν, μανίαν ἐξεγείρει·
τὸ ἐντρέπεσαι νὰ πολεμῇς, ἐντρέπου νὰ τὸ λέγῃς
σιγὸς ἂς ᾖσαι καὶ πραῢς, καὶ φρόνιμον νὰ σ' ἔχουν.
εἴ τι κακὸν ἂν πολεμῇς, γνώριζε, οὐ λανθάνεις, 160
ἂν γὰρ τοὺς πάντας ἔλαθες, τὸν θεὸν οὐδὲ λανθάνεις,
ἔχεις καὶ τὴν συνείδησιν, ὁποῦ σὲ θέλ' ἐλέγξει.
πρόσεχε ἀπὸ πονηρῶν ἀνθρώπων κακοτρόπων·
πολλάκις τὴν ἀλήθειαν πολλοὶ οὐκ ἐγνοοῦσιν

καὶ λογοχαρικίζουσιν εἰς πρόσωπα μεγάλα. 165
πολλοὺς ἀνθρώπους ἔβλαψεν θρασυνομένη γλῶσσα·
πολλοὶ γὰρ ἔπαθον κακὸν ἀδίκως ἐκ τῆς γλώττης.
εἴ τι γινώσκεις κατὰ νοῦν, μελέτα νὰ τὸ ξέρης·
το δ’ ἀγνοεῖς, ἐπιμελοῦ καὶ τρέχε νὰ τὸ μάθῃς.
καλὸν ἔνι, τὸ ἔμαθες, αὔτ’ οὐκ ἀλησμονήσης. 170
καὶ πάσχε καὶ ἀγώνιζε νὰ μάθης τὸ οὐκ ἠξεύρεις.
ὅλον τὸν χρόνον, ὦ υἱὲ, τόν τῆς ζωῆς σου ταύτης
εἰς λογικὰ μαθήματα γύμναζε τὸν ἑαυτόν σου·
προκόπτεις γὰρ εἰς τὸ καλὸν ἀεὶ τῶν μαθημάτων,
καὶ μετὰ πάντων θαῤῥικῶς δύνασαι συντυχαίνειν, 175
καὶ τὸ γυρεύουσιν πολλοὶ κι ἔπεθυμοῦν νὰ μάθουν,
φαίνεσαι ὅτι ἠξεύρεις τὸ κι ἐντρέπονταί σε ὅλοι.
τοὺς πάντας προσχαιρέτιζε μετὰ περιχαρείας,
καὶ μετὰ πάντων ἐφέλκου τῶν ὅλων τὴν ἀγάπην.
ἂς ᾖσαι εἰς πάντας πρόσχαρος, εὐστόμυλος εἰς ὅλους.180
 συγκάθιζε μετὰ καλοὺς, ἑνόνου μετ’ ἐκείνων,
τοὺς δὲ κακοὺς ἀπόφευγε, μηδόλως ὁμιλῇς τοὺς.
ἀγάπα τὴν ἀλήθειαν, παιδίν μου, παρὰ πάντα,
καὶ τοῦτο πληροφόρησον πάντα τὸν ἑαυτόν σου,
ὅτι ἂν εἴπῃς ἀληθῶς, βεβαίως νὰ τὸ ἔχῃς. 185
βλάπτοντ’ οἱ μὴ ἀκούσαντες τὸν λόγον τοῦ κυρίου·
λέγει γὰρ ὁ ἀπόστολος Ἰάκωβος κυρίου·
μὴ οὐρανὸν ὀμνύετε μήτε τὴν γῆν κυρίου.
μὴ κάμῃς φίλους σύντομα καὶ πάλιν τοὺς ἀφήσῃς·
ὥσπερ γὰρ ἔνι συχαντὸν τὸ νὰ μὴ ἔχῃς φίλους, 190

οὕτως ἔνι ὑπόψογον συχνὰ νὰ κάμῃς φίλους,
νὰ τοὺς ἀφίνῃς σύντομα καὶ νὰ γυρεύῃς ἄλλους.
ἕνεκεν τούτου πρόσεχε πρῶτον καλὰ καὶ σκόπει,
 καὶ τότε γύρεψε καλῶς νὰ κάμνῃς τὴν φιλίαν.
ἀφ’ ὅτου φθάσῃς κι εὕρῃς τον ἐκεῖνον σοῦ τὸν φίλον, 195
τότε προχείρου μετ’ αὐτὸν μετὰ πολλῆς ἀγάπης.
ἃς ᾖσαι τότε ἐλεύθερος, ἃς ᾖσαι ἀφιερωμένος,
καὶ φρόντιζε τοῦ φίλου σου μετὰ πολλῆς ἀγάπης
παρὰ τὴν θεραπείαν σου καὶ τὴν ἀνάπαυσίν σου.
καλὴ καὶ πρώτη δοκιμὴ τοῦ φίλου ἔνε τοῦτο, 200
ὀκάποτε κι ὁ φίλος σου ’ς ἀνάγκην βοηθεῖ σε,
ἂν ἔχῃς καὶ περίστασιν καὶ συγκακοπαθεῖ σε.
ἂν ἴδῃς καὶ τόν φίλον σου καὶ χρῄζει τίποτέ σου,
μὴ καρτερέσῃς νὰ τὸ εἰπῇ μηδὲ νὰ τὸ ζητήσῃ,
ἀλλ’ ἀπ’ ἐντεῦθεν πρόλαβε καὶ δός του μοναχός σου, 205
νὰ τοῦ τό δώσῃς, νὰ χαρῇ, οὐχὶ δι’ ἀτιμίαν.
ἐκείνους ἔχε μετὰ σὲ, ἀγάπα κι ἀποδέχου,
ὁποῦ πολλὰ συνθλίβοντα4 μετὰ τῶν δυστυχούντων ,
ἀλλὰ καὶ μᾶλλον χαίροντα4 μετὰ τῶν εὐτυχούντων.
κἂν ἔνι γὰρ ἐκ τῶν αὐτῶν εἶδεν κανεὶς πολλάκις 210
θλιβόμενον καὶ πάσχοντα, κακῶς καὶ συνεθλίβην,
μετὰ καμπόσον δὲ καιρὸν εἶδε τὸν εὐτυχοῦντα,
ἐζήλωσεν, ἐφθόνησε κι ἀπώσατο φιλίαν.
ὅταν εἰς φίλον καθέσω, μιμνήσκου τοὺς ἀποδήμους,
μᾶλλον ἂν ᾖναι φίλοι σου καὶ περιπόθητοί σου, 215
ἵνα πληροφορῇς αὐτοὺς, ὅταν οὐδὲν τοὺς βλέπῃς.

ἀεὶ καὶ πάντ’ ἐνθόμου τοὺς, μὴ λείπο0ν ἐκ τὸν νοῦν σου.
ὁπ’ ἔχει χρήματα πολλὰ καὶ φρόνησιν οὐκ ἔχει,
οὐδ’ ἠμπορεῖ νὰ οἰκονομῇ τὸ πρᾶγμα εἰς τιμήν του,
μὴ ἐπαινῇς τὸν πλοῦτόν του, μὴ ἐπιχαίρεσαί τον, 220
ὁμοιάζει γὰρ ἀστράτευτον ἄνθρωπον τοῦ πολέμου,
ὁποῦ καθίζεται εἰς φαρἰν παράξενον πρωτεῖον.
ὡσὰν ἀπάνθρωπος κακὸς, ὡσὰν ἐγκαρεμένος
θλῖψιν τινὸς καὶ συμφορὰν βλέπε μὴ ὀνειδίσῃς.
ἂν ἠμπορῇς εὐεργετεῖν, ἂν ἠμπορῇς χαρίζειν, 225
καλοῖς δίδε καὶ χάριζε, νὰ σὲ εὐχαριστοῦσιν.
ἁποῦ κακοὺς εὐεργετεῖ καὶ ἀχαρίστους δίδει,
μόνον τὸ δῶρον ἔχασεν κι εὐχαριστιὰν οὐκ ἔχει.
ὥσπερ τινὲς οἱ τρέφοντες ξένων τινῶν σκυλία
ἀφότι φάγαν τὸ ψωμὶν, καὶ κατ’ αὐτοῦ γαυγίζουν, 230
οὕτως καὶ ὁ ἀχάριστος τόσον ὑβρίζει πλέον.
τοὺς λογοχαρικίζοντας, ὅταν κακόν τι πράξῃς,
ἂν ᾖν’ καὶ φίλοι, φεῦγέ τοὺς, ζημιὰν σὲ προξενοῦσιν.
ἂν γὰρ σὲ ὀνειδίσωσιν, καὶ μᾶλλον ὅταν σφάλλῃς,
πῶς γὰρ ἀφήσεις τὸ κακὸν, πῶς νὰ τὸ ὑποφέρῃς; 235
πάντοτε γίνου ταπεινὸς, εὐόμιλος καὶ πρᾶος·
ἄνθρωπον γὰρ κενόδοξον τίς νὰ τὸν ἀγαπήσῃ;
ἂν ἴδῃς δὲ θυμούμενον ἄνθρωπον, μὴ λαλήσῃς,
εἴ τι σὲ εἴπῃ, καρτέρησε καὶ μακροθύμησέ τον,
κι ἀφότου παύσῃ τὸν θυμὸν, καταπραΰνῃ ἡ μέθη, 240
τότε τὸν κατονείδισε κ’ εἰπέ ’τον ὅσα θέλεις.
[τὸ πῦρ τὰ ξύλα όαπανᾷ , θυμὸς δὲ τὴν καρδίαν.]
τὸν δὲ παροξυνόμενον ἂν τὸν κατονειδίσῃς,

ὁμοιάζει ὅτι ὠνείδισες ἄνθρωπον μεθυσμένoν,
καὶ μᾶλλον δὲ χειρότερον ἔποισες παρ’ ἐκεῖνον. 245
ὥσπερ τὰ ξύλα τοῦ δρυμοῦ τὴν φλόγαν ἐπαυξάνουν
οὕτως καὶ τὸν θυμούμενον ὁ λόγος ἀγριαίνει.
μὴ γίνεσαι φιλόνεικος καὶ ὑβρισθῇς εἰς ὅλους.
 μὴ γίνεσαι πολύκαλος εἰς τὸν καθένα λόγον,
μηδὲ θελήσῃς εὐδοκᾶν εἰς τὸν καθένα λόγον· 250
ἄνθρωπος εἶσαι καὶ ἐσὺ καὶ καθ’ ἑκάστην σφάλλεις·
μὴ χρήσῃς γέλος ἄτακτον καὶ ποίσῃς ψόγον μέγαν.
ὅταν ἀκούσῃς φρόνιμον λόγον νὰ σ’ ὠφελέσῃ,
ὅλον ’ς τὸν νοῦν σου θέσε τον καὶ χώριζε τό κρεῖττον.
οὕτως γὰρ γίνεται ὁ λαλῶν πρόθυμος εἰς τό λέγειν, 255
ἂν ἴδη, καὶ προσέχῃς τον τόν λόγον εἰς τὸν νοῦν σου.
εἰς τὸ διπλάσιον ὄφελος μόνος ἐσὺ κερδαίνεις,
ἐκ τοῦ λαλοῦντος ἔπαινον καὶ ἐκ τοῦ λόγου γνῶσιν.
καὶ τὸ ὀλίγον χάρισμα μεγάλον εὐχαρίστει·
ἂν τὸ μικρὸν εὐχαριστῇς, ἐπέρχεταί σοι μέγα.260
 φεῦγε τὰ συγκαθίσματα εἰς τὰς πολυποσίας·
εἰ δὲ συμβῇ καὶ κρατηθῇς μετά τινος εἰς δεῖπνον,
μὴ σὲ προλάβῃ τό κρασὶ, μὴ σὲ νικήσῃ ἡ μέθη,
μᾶλλον ἐσὺ προλάμβανε, ἐγείρου κι ἀναχώρει.
αἰσχρόν γὰρ κι ἐπονείδιστον κι ἐπώδυνον ἡ μέθη. 265
καὶ ὅταν πάσχῃ ὁ στόμαχος ἀπὸ πολυποσίαν,
καταθολόνεται ἡ ψυχὴ, βλάπτεται καὶ τὸ σῶμα.
ἐκεῖνος ὅμοιός ἐστιν ἅρμα χωρὶς τὸν ἵππον,
ὡς σκάφος χειμαζόμενον μὴ ἔχον κυβερνήτην.

ἀρχὴ σοφίας ἔπαινος, ἀρχὴ δὲ μάχης ψόγος. 270
ἀργὰ καὶ μετὰ προσοχῆς πολέμει τὴν βουλήν σου
τὸ ἔργον μετὰ τὴν βουλὴν ποτὲ μὴ ἀθετήσῃς.
εἰ δ’ ἔχεις τίποτες κρυπτὸν καὶ συμβουλὴν γυρεύεις,
ξενοπροσώπως ἀφηγοῦ καὶ μὴ φανῇ ἐδικόν σου,
καὶ νὰ κερδίσῃς τὴν βουλὴν καὶ νὰ σὲ λείπῃ αἰσχύνη. 275
ὁπόταν εἰς ὑπόθεσιν βούλεσαι ἐδικήν σου,
κι ἐνθυμηθῇς ὅτι ἔπαθες ἀπὸ κακοβουλίας,
μὴ θυμωθῇς, μὴ ὀξυνθῇς, μηδὲ κακοτροπίσῃς,
μᾶλλον δὲ στερεὡθητι καὶ σκόπευσον τὸ κρεῖττον.
καλοὺς ἀνθρώπους φρόντισε νὰ ποίσῃς συνεργούς σου,280
εἱ δὲ καὶ ποίσειs πονηροὺς καὶ πράξουν πονηρίαν,
αἴτιος εἶσαι τοῦ κακοῦ κ’ ἐσὺ ἔχεις πλεὸν τό κρίμα·
ὅσα κακὰ κι ἂν πολεμοῦν, ἀπήλογος εἷσθαι θέλεις.
ἔπαινον θέλε τῶν καλῶν ἀντὶ πολλῶν χρημάτων.
πρᾶγμα κακόν μὴ θεωρῇς μηδὲ ἀκούειν θέλε· 285
τὸ γὰρ κακὸν ἂν βοηθῇς, ἐσὺ κακὸς νὰ δείξῃς.
τὴν ἀρετὴν καὶ φρόνησιν ἀγάπα καὶ τὴν γνῶσιν
πλούτου παντὸς ἐπέκεινα καὶ θησαυρῶν μεγάλων.
ἐκεῖνα παραμένουσιν, ὁ πλοῦτος δ’ οὐ προσμένει·
ὁ νοῦς γὰρ μέγας θησαυρὸς ἐπέκεινα τῶν ἄλλων, 290
εἰς τόπον ὀλιγούτσικον ἔνι ’ποχωρεμένος.
ὅταν σ’ ἐπέλθῃ χαροπὸν, μὴ τό κενοδοξήσῃς,
καὶ ὅταν σ’ ἔλθῃ λυπηρὸν, μὴ σὲ νικήσῃ ἡ θλίψις·
τὸν δὲ σκοπὸν τῆς λύπης σου μηδὲν τὸν φανερώσῃς,
ἵνα μὴ χαίρωνται οἱ ἐχθροὶ κ’ οἱ φίλοι σου λυποῦνται.295

ὁποῦ τὴν θλῖψιν μοναχὴν οὐ δυνατὼ φυλάξαι,
πῶς νὰ φυλάξῃ θησαυρὸν ἢ τίποτ’ ἄλλον πρᾶγμα;
ἀπόφευγε τὰς ταραχὰς, φεῦγε καὶ τούς κινδύνους·
εἰ δὲ συμβῇ σε κι ἐμπλακῆ|ς εἰς κίνδυνον πολλάκις,
ὡς ἄνδρας ἀγωνίστησε νὰ ζήσῃς, ν’ ἀποθάνῃς — 300
πάντες γὰρ ἀποθνήσκομεν κἂν οὕτως, κἂν ἀλλέως —
καλὸν καὶ ὑπερένδοξον τὸν ἔπαινον κερδάνῃς.
ὡς θέλεις νἄχουν, τέκνον μου, πάντες σ’ οἱ κρείττονές σου,
οὕτως καὶ τοὺς ἐλάττονας τίμα καὶ πρόσεχέ τοὺς.
φεῦγε τοὺς κολακεύοντας ἀπὸ κακοπραγίας, 305
ἀγάπα δὲ τοὺς λέγοντας ὀρθὰ ἀκολακεύτως.
ἀγάπα ·καὶ τοὺς συγγενεῖς καὶ τίμα κί’ ἀσχολοῦ τοὺς,
ὅτι ὁ νόμος λέγει τὸ, ἡ φύσις ἀπαιτεῖ τὸ.
ἂν γὰρ οὐκ ἔχῃς εἰς αὐτοὺς ἀγάπην, ὡς ἁρμόζει,
ξένος οὐ μὴ σ’ ἐμπιστευθῇ, καὶ εἶσαι ὑβρισμένος. 310
θέλε τοὺς ὄντας μετὰ σὲ, ἀγάπα κι ἀποδέχου,
κάλλιον νὰ σ’ ἐντρέπωνται παροῦ νὰ σὲ φοβοῦνται·
γεννᾷ γὰρ σέβας ἡ ἐντροπὴ, ὁ φόβος ἔχει μῖσος.
λόγους κακοὺς μηδὲν λαλῇς μηδὲ ἀκούειν θέλῃς,
ὅπου γὰρ θέλει πάντοτε ἀκούειν αἰσχροὺς λόγους, 315
λέγειν αἰσχρὰ οὐκ ἐντρέπεται, καὶ πράττειν οὐ φοβεῖται
ἀπόφευγ’, ὅσον δύνασαι, κενὰς αἰσχρολογίας,
πολλάκις γὰρ καὶ συγγενεῖς ἤγειραν κατ’ ἀλλήλων,
καὶ ἔχθραν ἔβαλαν πολλὴν μέσον γονεῖς καὶ τέκνα,
καὶ πόλεις ἐκατέσκαψαν κ’ ἠφάνισαν τελείως, 320
καὶ εἰς κακὸν ἐνήργησαν χείλη διαβολέων.

ὅταν σὲ στήσουν εἰς ἀρχὴν καὶ λάβῃς ἐξουσίαν,
τοὺς πρὸ ἐσένα σφάλλοντας, τέκνον μου, συγγνωμόνει,
τοὺς δὲ καὶ καταβλάπτοντας καὶ κρῖνε καὶ τιμώρει,
διὰ νὰ σ’ ἐντρέπωνται πολλοὶ, κι ἄλλοι νὰ σὲ φοβοῦνται. 325
ὅσον τὸ δύνασαι υἱὲ, φεῦγε τὰς ἀδικίας,
κἂν εὐτυχῇς, κἂν ἀτυχῇς, κἂν ἔχῃς, κἂν οὐκ ἔχῃς.
ὁ πένης γὰρ ἂν ἀδικῇ, ἐξαφορμεῖται οὕτως,
ὅτι πολλὰ τὸν λείπονται καὶ ἐξ ἀνάγκης κλέπτει.
ὁ πλούσιος ἂν ἀδικῇ καὶ τοὺς πτωχοὺς ζημιόνη, 330
κόλασιν ἔχει φοβερὰν καὶ σύγκρισιν μεγάλην·
ἡ πρᾶξις γὰρ ἡ ἄβουλος οὐκ ὠφελεῖ, ἀλλὰ κόπτει,
ὀλίγοι δίχα τῆς βουλῆς ἐπέτυχον τὴν πρᾶξιν.
πρῶτος καλὸς καὶ δυνατὸς ἐκεῖνος ὁ δυνάστης,
ὁποῦ τὸ δίκαιον σύντομα νοήσει κι ἐξελέγξει, 335
μᾶλλον ὡς δίκαιος δικαστὴς τὸ δίκαιον προτιμᾶται,
τὴν δ’ ἀδικίαν ἐκμισεῖ ὡς ἄδικον καὶ φαύλην.
οὕτως, παιδίν μου, σπούδαζε νὰ ἐγνωρίσθης εἰς ὅλους.
ἐπαίνει πάντα τὸ καλὸν, δι ’ οὗ νὰ σ’ ἐπαινέσουν·
τό γὰρ καλὸν καλὸν ἔνι κ’ οἱ πάντες ἀγαποῦν τὸ, 340
αὐτοὶ δ ’ ὁποῦ τὸ πράττουσιν, μόνοι τὸ ἔχουν κέρδος.
πολλάκις οἱ ἀπρόσεκτοι λέγουν ἀπερισκέπτως·
λέγειν αἰσχρὰ οὐκ ἐντρέπονται καὶ πράττειν οὐ φοβοῦνται.
ἀλλ’ ὁ δυνάστης ὁ θεὸς ἔδωκεν εἰς τὸν κόσμον
ἄλλους δυνάστας ν’ ἀδικοῦν, ἄλλους νὰ * περεάζουν. 345
σὺ δὲ, ἂν ἔχης· φυσικὸν προτέρημα ὀλίγον,

μὲ τὴν καλογνωμίαν σου σπούδαζε νὰ τ’ αὐξήσῃς,
νὰ ἐπαινῆσαι εἰς πολλοὺς καὶ νὰ τιμᾶσαι πλέον.
ἄν τις ποιήσῃ σε καλὸν ἤ τι ἀγαθοσύνη,
ἔχε τὸ πάντοτε εἰς νοῦν, μὴ τό ἀλησμονήσῃς. 350
εἰ δὲ κακόν σοι τίποτες τὶς ἕτερος ποιήσει,
ἀπαλησμόνει τὸ γουργὸν καὶ ῥῖπτε τὸ ἐκ τὸν νοῦν σου.
τὸ μὲν γὰρ ἐκ χρηστότητος καὶ γνώμης ἐλευθέρας,
ἀπὸ καρδίας καθαρᾶς, ἐκ μεγαλοψυχίας,
φιλάνθρωπος κι ἐπαινετὸς ἐχθροῖς οὐκ ἀνταποδίδει, 355
καὶ μᾶλλον τοὺς ὁμογενεῖς ἢ καὶ τοὺς ὁμοφύλους.
τοὺς συχνοευεργετιστὰς ὀνόμαζέ τοὺς φίλους.
[καὶ φίλοι σου νὰ γένωνται καὶ νὰ μὴ τοὺς μικραίνῃς]
ὅταν σ’ ἐπέλθῃ τίποτες πρᾶγμα ἐξ ἀδικίας,
μὴ τὸ χαρίσῃς φίλον σου ἢ (γείτον’) ἐδικόν σου· 360
ὅτι ἂν ἔνι φίλος σου, οὐ μὴ σὲ ἐπαινέσει,
ἀλλὰ μᾶλλον ὡς μισητὸν καὶ βδελυκτὸν νὰ σ’ ἔχουν.
εἰ δὲ κακὸν εὐεργετεῖς, ἔχεις διπλῆν ζημίαν,
ὅτι κακῶς ἐκέρδισας ἐξ ἀδικίας πρᾶγμαν,
καὶ δίδεις τὸ τὸν φίλον σου, συμμεριστὴν τὸν κάνεις, 365
οἱ δὲ καλοὶ βαρύνονταί σ’ ὡς ἄχρηστον τὴν γνώμην,
καὶ ἀποστρέφονται λοιπὸν, φίλον οὐκ ἔχουσίν σε.
ἂν πρός τινας ὑποσχεθῇς τίποτε νὰ χαρίσῃς,
σύντομα τοῖς τὸ χάρισε, νὰ ἔνε ἡ χάρις χάρι·
ἐκεῖνον τό ὑποσχεθῇς ἀκέραιον τὸ πέμψε, 370
εἰ δὲ δώσεις τὸ ἥμισυ, ἡ χάρις ὅλη ἐχάνθη.
ὁ γὰρ λαβὼν οὐ χαίρεται τοσοῦτον εἰς τό ἐπῆρεν,

ὅσον εἰς τό τὸν ἔλειψεν λυπεῖται καὶ γογγύζει.
ἂν δώσῃς τίποτε τινὰν, μηδὲν τὸ ὀνειδίσῃς,
μὴ χάσῃς καὶ τὸ δῶρόν σου καὶ τὴν εὐχαριστίαν, 375
καὶ ὁμοιάσεις γεωργὸν ἄπορον κατὰ πάντα,
ἀφότου σπείρη τὴν σπορὰν καὶ κλείσῃ τὸ χωράφιν,
ἐμπάζει τὰ χοιρίδια του καὶ σκάπτουν τὸ χωράφιν,
ἀποστερεῖται τὸν καρπὸν καὶ χάνει καὶ τὸν σπόρον.
τί δὲ ἐκέρδισεν λοιπὸν ὁ ἄτυχος ἐκεῖνος; 380
οὕτως ἐσὺ, υἱούτσικε, βλέπε τὸ τί σὲ λέγω.
ὅπου θυμóνεται πολλὰ κι ὀργίζεται μεγάλα
μόνος του γίνετ’ ἔξοικος καὶ μὲ τὸ θέλημάν του.
τὸ πῦρ τὰ ξύλα δαπανᾷ, θυμὸς δὲ τὴν καρδίαν,
παρασαλεύει λογισμοὺς, καταθολόνει φρένας, 385
θηρίον ἄγριον ποιεῖ τόν ἄνθρωπον ἐξαίφνης.
εἰς πάντας ἔχε καθαρὰν ὑπόληψιν, παιδίν μου.
ὅπου σὲ εἰπῆ μυστήριον κι ἐμπιστευθῇ σε λόγον,
μὴ τό φαυλίσῃς πρόσεχε καὶ μὴ τὸ φανερώσῃς,
καὶ κρίνουν σ’ ἀνυπόληπτον καὶ βαρεθοῦν σ’ οἱ πάντες, 390
ἄλλος οὐ μὴ σ’ ἐμπιστευθῇ, καὶ εἶσαι ὑβρισμένος.
ἀνδρὸς φρονίμου καὶ καλοῦ τῶν ἀσκοπήτων μέλει,
τὸν ἑαυτόν του νὰ κρατῇ παρέτοιμαν εἰς τοῦτα,
ὅταν τὸν ἔλθῃ τίποτες, νὰ τὸ βαστάζῃ ὡς ἄνδρας,
 νὰ τὸ μεταχειρίζεται καὶ νὰ δουλαγωγῆται. 395
τὸν ἄρρωστον, τὸν λαίμαργον τίς νὰ τὸν θεραπεύσῃ,
καὶ τὸν μωρὸν ἂν δυστυχῇ τίς νὰ παρηγορήσῃ;
ὁ φρόνιμος ἂν δυστυχῇ, μόνος παρηγορεῖται
ὁ δὲ μωρὸς ἂν δυστυχῇ, παρηγοριὰν οὐκ ἔχει.

εἰς τὰς χαρὰς τῶν φίλων σου κ’ εἰς τὰ καλέσματά τῶν 400
νὰ γίνεσ’ ὁλοπρόθυμος καὶ τρέχῃς κ’ ὑπαγαίνῃς·
εἰς θλίψεις δὲ καὶ συμφορὰς τρέχε καὶ πρὶν σε κράξουν.
καὶ μέριζε τό πάθος τoυc ἔχε κοινὸν τὸν πόνον·
τοῦτο γὰρ ἔνι ἄξιον ἀγάπης εἰς τοὺς φίλους.
μὴ ἀναισχυντήσῃς γέροντα μηδὲ καταφρονήσῃς, 405
νὰ σ’ εὔχουνται ὀλόψυχα καὶ νὰ μακροχρονίσῃς.
ἂν ἔλθῃς εἰς ὑπόθεσιν καὶ σύμβουλον γυρεύῃς,
γερόντων ζήτησε βουλὰς ἀνθρώπων πειρασμένων,
τῶν δέ γε νέων τὰς βουλὰς ποτὲ μὴ τὰς γυρέψῃς.
ἄκουσον δὲ παράδειγμα παλαιᾶς ἱστορίας. 410
τοῦ Σολομῶντος ὁ υἱὸς ὁ Ῥοβοὰμ ἐκεῖνος
δώδεκα σκῆπτρ’ ἐκράτησεν τὰ εἶχεν ὁ πατήρ του,
καὶ πάντες ἐσυνήχθησαν λέγοντες πρὸς ἐκεῖνον·
„ἐλάφρυνον τὰ βάρη μας, περιανάπαυσόν μας,
πολλὰ γὰρ μᾶς ἐβάρυνεν ὁ μέγας ὁ πατήρ σου, 415
ἀνάπαυσόν μας ὀλίγον καὶ νὰ μᾶς ἔχῃς πάντα,
δοῦλοί σου πάντες νὰ ὴμεθεν καὶ πάντας νὰ μᾶς ἔχῃς.“
ἀκούσας οὖν ὁ βασιλεὺς τοὺς λόγους τῶν ἐκείνων,
[εὐθὺς τοὺς ἀπεκρίνατο, τοῦτον τὸν λόγον λέγει
„ἀφῆτέ με νὰ βουλευθῶ μετὰ τῶν ἐδὶκῶν μου, 420
ὑπάγετ’, ἀναμείνατε μόνον καὶ τρεῖς ἡμέρας,
καὶ τότε δεῦτε πρὸς ἐμὲ καὶ ὅτι νὰ σὰς εἴπω.“
ὑπῆγαν, ἐκαρτέρεσαν οἱ πάντες, ὡς τοὺς εἶπεν,
ὁ βασιλεὺς ὑπέμεινεν μετὰ τοὺς οἰκιακούς του.
„εἰπέτε με τί λέγετε, δότε βουλὴν εἰς τoῦτο.“ 425
εὐθὺς οἱ φρονιμώτεροι γέροντες εἶπον τοῦτο

„εὔλογον ἔνι τὸ ζητοῦν καὶ μὴ τοὺς παρακούσῃς,
ἀνάπαυσέ τοὺς ὀλίγον καὶ πάντα νὰ τοὺς ἔχῃς.“
πλὴν οὐκ ἠρκέστη ὁ βασιλεὺς εἰς τὴν βουλὴν ἐκείνην,
[ἣν εἴπασιν οἱ γέροντες οἱ πολυπαθημένοι,] 430
ἀλλὰ τοὺς νέους ἔκραξεν μᾶλλον τοὺς θρασυτέρους,
ὁποῦ ἦσαν συνανάτροφοι μετὰ τὸν βασιλέα,
εκάθισεν, ἠρώτησέν τοὺς ὅλους περὶ τούτου,
„εἴπατε νέοι καὶ. ὑμεῖς δότε βουλὴν εἰς τοῦτο“
ἐκεῖνοι ὡς θρασύτατοι, κακοί τε καὶ αὐθάδεις, 435
κακὴν βουλὴν τὸν ἔδωκαν, ὡς ἔδειξεν τὸ τέλος.
ὅμως ἑπροτιμήσατο τὴν συμβουλὴν ἐκείνην,
τῶν δὲ γερόντων τὴν βουλὴν ἐκείνων τῶν φρονίμων
ἀφῆκέν τὴν ὡς ἄχρηστον, οὐδὲν τὴν ἀσχολήθην.
μετὰ δὲ τὴν παραδρομὴν τῶν ἡμερῶν τῶν τρίων 440
ἦλθεν τὸ πλῆθος πρὸς αὐτὸν πάλιν καὶ παρεκάλει
„ἐλέησον, παρηγόρησον τὴν ἀγανάκτησίν μας.”
ὁ βασιλεὺς δὲ πρὸς αὐτοὺς μετὰ θυμοῦ τοὺς λέγει
„οὐκ ἐλαφρύνω τίποτες, μηδὲν παρακαλεῖτε·
ἐβάρυνέ σας, λέγετε, μεγάλος ὁ πατήρ μου, 445
ἐγὼ τό σᾶς ἐβάρυνε νὰ τὸ διπλοτριπλάσω.
ἐπαίδευσέν σας, λέγετε, διὰ δαρμοῦ καὶ κoύρσου
νὰ σᾶς παιδεύσω ἐγὼ διπλᾶ καὶ νὰ σᾶς καταφθείρω.”
εὐθὺς τὸ πλῆθος ὥρμησεν εἰς ταραχὴν καὶ ζάλην
καὶ μετὰ θράσους καὶ θυμοῦ λέγουν τὸν βασιλέα 450
„ὕπαγε εἰς τὸν οἶκόν σου, ποίμανε τόν λαόν σου·
οὐκ ἔχεις μέρος μεθ’ ἡμῶν οὐδὲ κληρονομίαν.“
καὶ παρευθὺς ἐχώρισαν τὰ δώδεκα τὰ σκῆπτρα,
ὁ βασιλεὺς δ’ ὑπέμεινεν μόνον μὲ τοὺς οἰκείους.

εἶδες, παιδίν μου, τ’ ἔβλαψεν ἡ συμβουλὴ τῶν νέων. 455
ὁπόταν ἴδῃς γέροντας ἀνθρώπους πειρασμένους,
ὅτι λαλοῦν ὑπόθεσιν, μηδὲν τοῖς περικόπτῃς,
ἀλλ’ ἄκουε μετὰ προσοχῆς, πολλάκις ν’ ὠφελιέσαι.
ἔχε ’ς τὸν νοῦν σου πάντοτε μελέτην τοῦ θανάτου,
ὁ φόβος νὰ σὲ ἐκφοβῇ, ἐκ τὸ κακὸν νὰ λείπῃς. 460
ἂν γένῃς ὑπὸ κεφαλὴν καὶ πέσῃς εἰς ἀλλάγιν.
τὴν κεφαλήν σου πρόσεχε πάντα νὰ θεραπεύσῃς,
τοὺς δὲ συστρατιώτας σου τίμα καὶ ἀσχολοῦ τοὺς.
ὅταν δὲ γίνεται βουλὴ, μὴ λείπῃς ἀπεκεῖσε,
καὶ μᾶλλον δὲ κι ἂν σὲ ἀφοῦν κι ἂν σὲ παραχωρήσουν, 465
προθύμως ἄκουε καλὰ τὰ λέγουν οἱ φρόνιμοι,
ὅπου ἠνδραγάθησαν πολλὰ κ’ εἶδαν πολλοὺς πολέμους,
κι ἐκέρδισαν μετὰ χαρᾶς πράγματα εἰς τιμήν τοὺς.
μέριζε πάντοτε καὶ σὺ καὶ κάμνε, ὡς ἐ8λέπεις.
τοῦτο πληροφορήθητι καὶ βάλε εἰς τὸν νοῦν σου, 470
πᾶν πρᾶγμα ἀπολαυτικὸν ἔχει καὶ χορτασίαν,
τῷ γὰρ νικᾶν κι ἀνδραγαθεῖν καὶ τοὺς ἐχθροὺς τροπόνειν
γίνεται χαροπώτεοος καὶ πρόθυμος εἰς τοῦτο,
καὶ πάντοτ’ ἔνι δόκιμος, πάντοτε φήμην ἔχει.
τοῦτο γὰρ ἐπεγίνωσκε τὸν ἄνδρα τόν καθένα. 475
ὅταν τύχῃ εἰς πόλεμον νὰ πολεμήσῃ ὡς ἄνδρας,
ὅπου νὰ ζήσῃ μὲ τιμὴν, ν’ αὐξάνῃ τ’ ὄνομά του,
εἰ δ’ ἀποθάνῃ, ἀπόθανεν πάλιν μὲ τὴν τιμήν του.
κάλλιον λάβε θάνατον μετὰ τιμῆς, παιδίν μου,

παρὰ τὴν ἄχρηστον ζωὴν καὶ τὴν ἀτιμωμένην. 480
ὅταν ποιήσῃς τίποτες προτέρημ̣αν ὀλίγον,
μὴ καυχηθῇς, υἱούτσικε, μὴ τὸ κενοδοξήσῃς,
ἀλλ’ ὑποκλίνου πλεότερον καὶ ταπεινώσου πάντα·
ἄφες τὸ λέγειν, ἄφες τὸ, κι ἃς τὸ λαλοῦσιν ἄλλοι.
’ς τὸ ἕναν σου προτέρημα πρόσθες καὶ ἄλλον ἕναν· 485
ἀνδρείαν καὶ ταπείνωσιν τὴν καλητέραν κόσμου.
ἔχε τὰ πάντα συνετῶς καὶ περιπαιδευμένα.
ἔνδυσε πένητα γυμνὸν, χόρτασε πεινασμένον,
θλιμμένους παρηγόρησον, ἀρρώστους ἐπισκέπτου.
εἴ τι γὰρ δώσῃς πένητος, εἴ τι καλὸν ποιήσῃς, 490
ἐδάνεισές τὰ τὸν θεὸν καὶ θέλει σοι τὰ δώσει
ἑκατονταπλασίονα ἔνδον τοῦ παραδείσου.
εἰ δ’ εἴπῃς „ὅτι ἐπτὡχηνα, δὲν ἔχω τί νὰ δώσω,”
κἂν στέναξον, συμπάσχισον καὶ παρηγόρησέ τοὺς·
θεὸς τὸ κατὰ δύναμιν αὐτὸ ζητεῖ καὶ θέλει. 495
κάλλια νὰ δώσῃς ὀλίγον καὶ μετὰ προθυμίας,
παρὰ νὰ δώσῃς τὸ πολὺ καὶ νὰ τοὺς τ’ ὀνειδίσῃς.
λέγει γὰρ τοῦτο ἡ γραφή „ὅπου πτωχοὺς ξενίζει,
αὐτὸς ἐξένισε λοιπὸν ὡς τοῦ θεοῦ ἀγγέλους.
ἀπ’ ὅλον τὸ κατόρθωμα ἡ ἀγάπη ἔνι κρεῖττον. 500
ἂν ἔχῃς ὅλα τὰ καλὰ καὶ λείπῃ σ’ ἡ ἀγάπη,
οὐδὲν ἐποῖσ̣ες τίποτε, καὶ χάνεις εἴ τι ἐδὥκες.”
γνώμης ἔνι ἀληθινῆς τό τῆς ἀγάπης ταύτης,

τὸ ἔλεος εἰς τοὺς πτωχοὺς καὶ εἰς τοὺς πενομένους,
μετὰ τῆς ἡμερότητος καὶ γνώμης ἐλευθέρας. 505
εἰ δὲ κἂν (σὺ) πτωχὸς εἶσαι. οὐκ ἔχεις τί νὰ δώσῃς,
κἂν λόγον δός 'τον ἀγαθὸν, νὰ τόν ἐθεραπεύσῃς·
αὐτό σὲ δίδει τὸν μισθὸν αἰώνιον, παιδίν μου.
τὰς ξένας συμφορὰς, υἱὲ, λυποῦ ὡς ἐδικάς σου,
χαρὰν ἵν' εὕρῃς πώποτε ὅθεν οὐκ ἀπαντέχεις. 510
ἐλεημοσύνη καθαρὰ σὺν τῇ νηστείᾳ λέγω,
πολλοὺς ἀνθρώπους ἔσωσεν ἐξ ᾅδου τῶν κευθμώνων.
κι ἄλλον πολὺν κατόρθωμα ἑποισεv ἡ νηστεία.
υἱέ μου, ἂν θέλῃς νὰ χαρῇς ἀμέρψνα τόν κόσμον,
βλέπε μὴ ῥίξῃς πόθον σου εἰς χρήματα τοῦ κόσμου. 515
ὁ κόσμος ἐν προσωρινὸς, ἡμέραις ὑπαγαίνουν,
ὁ πλοῦτος, τό λογάριον ὡς ἄνεμος διαβαίνει.
ἂν ἔνε ἡ ἐλπίδα σου εἰς ἀμπέλια, εἰς χωράφια,
ἀπὸ χειμῶνος δυνατοῦ ἢ ἀπὸ ἀνυδρίας
χάνονται καὶ ξηραίνονται, χάνεις εἴ τι ἐποῖσες. 520
ὅπου εἰς πλοῦτον ἤλπισεν καὶ εἰς τὰ ἄρματά του,
ἔρχεται ξένος ἄλλοθεν κι ὅπουθεν οὐκ ἐλπίζει,
ἐπαίρνει τὰ, ἐξαλείφει τὰ, κ' ἔρημος ἀπομένει·
μόνον ὁ κόπος κ' ἡ πικριὰ μὲ τοῦτον ἀπομένει.
ἀμμ' εἰς τὸν θεὸν τοῦ οὐρανοῦ ἔχε, παιδίν μου, ἐλπίδα 525
ἐξ ὅλης τῆς καρδίας σου, ἐξ ὅλης σου ἰσχύος,
νὰ σὲ λυτρώσῃ ἀπὸ παντὸς κινδύνου καὶ θανάτου.
υἱέ μου, ἂν θέλῃς, κράτησον καὶ τούτην τὴν βουλήν μου·
βλέπε μὲ τὸν αὐθέντην σου δικάσιμον μὴ κάμῃς,
μὴ θυμωθῇς καὶ θλίψῃς τον, μὴ τὸν κακοκαρδίσῃς, 530
καὶ χάσῃς τὴν ἀγάπην του διὰ τὴν συντυχίαν.
ἀμμὴ ὅσον γνώθεις, ὦ υἱὲ, ὅτι ἀναιβάζει ὁ νοῦς του,
συνέργει τον εἰς τὸ καλὸν, ποίησε τὴν τιμήν του.

υἱέ μου, μὴ περιπλακῇς γυνὴν δι’ εὐμορφάδα,
ἢ διὰ χρήματα πολλὰ, ἢ διὰ εὐγένειαν. 535
ἰδὲς πρῶτον, ἐρεύνησον καὶ κατασκόπευσέ την.
κι ἂν ἔνε καλυπόληπτ̣η καὶ θέλῃ τὴν τιμήν σου
ἐκείνην ἔπαρε, υἱὲ, ἔχε τὴν ’ς τὴν τιμήν σου.
εἰ δ’ ἔχει τέχνην ἄπεχε, ἂν ἔχῃ καὶ λογάριν·
διαβαίνει τό λογάριον, καὶ σὺ τὸ πάθος ἔχεις. 540
πάντοτε δὲ καὶ ὅσον ζῇς ἐσὺ τὸ πάθος ἔχεις.
κάλλιον λάβε σιγαλὴν, νὰ θέλῃ τὴν τιμήν σου,
κι ἂς ἔχῃ (χρῆμα ’λιγοστὸν καὶ) πράγματα ὀλίγα.
καὶ ἂν σοῦ δώσῃ ὁ θεὸς ἀπ’ τὰ καλὰ τοῦ κόσμου
βλέπε, πτωχόν σου συγγενὴν μὴ τὸν πείιιφρονήσῃς, 545
ἀλλὰ μᾶλλον βοήθει τον ἀπὸ τὴν δύναμίν σου,
νὰ σ’ ἔχῃ χάριν ὁ θεὸς, νὰ πληθυνθῇ ἡ τιμή σου.
υἱὲ μου, ἀγάπα τοὺς πτωχοὺς καὶ πόθει τὴν τιμήν σου,
ἀγάπα τὴν ἀλήθειαν, θεός γὰρ τοῦτο θέλει.
λόγον ἂν ξεύρῃς ἀληθῆ, μὴ τὸν ποιήσῃς ψέμαν 550
ἂν ποιήση ὁ φίλος σου τίποτ’ εἰς ἐντροπήν του,
καὶ πέσῃ, ὅσον ἂν ’μπορῆς, κρύψε τὴν ἐντροπήν του,
συνέργησέ τον εἰς καλὸν, σκόπει ὡς εδικόν σου
ἀγάπα τον, ὁρμήνευσον ὡς νὰ ἦτον συγγενής σου.
βλέπε, υἱέ μου, πονηροῖς ποτὲ μὴ συγκαθίσῃς. 555
καὶ συντροφεύσῃς καὶ χαρῇς μετὰ αὐτοὺς μηδόλως;
ὅτι κακοὶ καὶ πονηροὶ πάντοτε ζῆλον ἔχουν,
καὶ πάντα μαίνονται πολλὰ ὅπου καλόν ἀκούσουν.
υἱέ μου, μὲ τὸν φίλον σου καὶ μὲ τόν γείτονά σου
μὴ δικαστῇς καὶ θλίψῃς τον μὴ τόν κακοκαρδίσῃς. 560
ἂν τύχη καὶ ἂν ἔπεσεν αὐτὸς ἢ ἐδικός του,
τό σώζεις πoῖσε εἰς αὐτὸν ἢ τίποτ’ ἄλλον πλέον,
καὶ κήδευσέ τον, ὦ υἱὲ, καὶ νὰ τὸν ἔχῃς (φίλον),
οὕτως νὰ ζῇς εἰρηνικὰ, νὰ χαίρεσαι τὰ πάντα.
ἂν ἔχῃς μισταργόν (τινα) ἢ καὶ ὑποταγάτον 565
καὶ συνταγῆς τον τίποτες, μηδὲν τοῦ τό κρατήσῃς,

οὐχὶ μόνον τὴν ῥόγαν του, ἀλλὰ φιλοτιμίαν,
μή λάβης κρίμα, ὦ υἱὲ, διὰ ταὐτὸν δουλοῦται
καὶ βάνει καὶ τὴν σάρκαν του εἰς κίνδυνον διὰ σένα.
υἱέ μου, ἂν χάσῃς τίποτε παρὰ καιρόν σου πρᾶγμα, 570
νὰ μὴ θλιβῇς καὶ λυπηθῇς μηδὲ κακοκαρδίσῃς.
ὁ κόσμος οὕτως ἔχει τὸ ..........
ἄλλος ὑψόνετ ὑψηλὰ καὶ ἄλλος χαμηλόνει.
ἀγάπα τὴν πρᾳότητα καὶ πόθει τὴν ἀλήθειαν,
βλέπε νὰ μὴ δικάζεσαι μὲ φίλον ἢ πλησίον. 575
ἀπὸ γὰρ λόγου ἀγαθοῦ πληθύνετ' ἡ φιλία,
καὶ πάλιν μεταστρέφεται διὰ λόγου εἰς ἔχθραν.
υἱέ μου, ἂν ἔχῃς χρήματα καὶ πλούσιος ἀν' ῂσαι,
βλέπε πτωχόν καὶ πένητα μὴ τὸν περιφρονήσῃς,
ὅτι ὁ χρόνος ὡς τροχός γουργὸς ὑπογυρίζει, 580
φέρνει τόν πλούσιον εἰς πενιὰν καὶ τὸν πτωχόν εἰς πλοῦτον.
υἱέ μου, βλέπε μὴ ἀρνηθῆς, βλέπε μὴ ἀλησμονήσῃς
τὴν .χάριταν καὶ τό καλόν τό ἐδέχθης ἀπὸ φίλoυς ·
ἂς ἔνε, ὅσον ἠμπορεῖς, ἡ χάριτά σου πλέον.
βλέπε, ἂν τύχῃς πούποτε κ' ἰδῇς καλῄτερόν σoυ 585
προτίμησέ τον πρόθυμα, καλοχαιρέτησέ τον
καὶ ἀναβαίνει ὁ ἔπαινος, πληθύνετ' ἡ τιμή σου.
υἱέ μου, ἃς ᾖσαι ἐντροπαλὸς, βλέπε μὴ συντυχαίνῃς·
ὅταν θελήσης νὰ εἴπῃς, βλέπε τί συντυχαίνεις,
τὸν λόγον σου ἀληθινὸν, καλὴν τὴν συντυχιᾶν σου, 590
καὶ ἀπό λόγους τοὺς καλοὺς νἄχῃς τιμὴν, υἱέ μου.
ἂν σὲ καὶ ἔδωκεν ὁ θεὸς τέχνην, υἱὲ, νὰ ξεύρῃς,
υἱὲ, μὴ τὴν καταφρονῇς, νὰ μὴ τὴν ἀθετήσῃς.
σύνεργα πάντα τὸ καλὸν, δεῖχνε τὴν φρόνεσίν σου.
υἱὲ, δικάσιμον πολλῶν χρονῶν μὴ ἀναφέρῃς, 595
καὶ φέρῃς εἰς ἐνθύμησιν πολλῶν χρονῶν κακίαν.
υἱέ μου, ἂν ᾖσαι δυνατὸς κ' ἔχῃς πολλὴν ἀνδρείαν,
βλέπε, μικρὸν κι ἀδύνατον μὴ τὸν καταφρονήσῃς
πολλάκις διὰ τέχνης γὰρ μηχανικῆς, υἱέ μοι

τὴν δύναμίν σου χάνεις τὴν ὅλην, ὅσην ἂν ἔχῃς. 600
βλέπε, υἱέ μου, μὴ συνταγῆς μηδὲ χαρίσῃς πρᾶγμα,
τὸ οὐκ ἔχεις ’ς τὸ χέριν σου, τό δὲν ἐξουσιάζεις,
τόν φίλον θεραπεύεις τον μὲ λόγον .......
καὶ φαίvεσ’ ἀνυπόληπτος, λογίζουνταί σε ψεύτην.
υἱέ μου, ἂν σ’ ἔθλιψεν ὁ θεὸς κ’ ἔχασες ἐδικόν σου, 605
μὴ βλασφημήσῃς εἰς θεὸν καὶ ἔχῃς πλεὸν τὸ κρίμα,
ὅτι ἐκεῖνος ἔχει τὸ πάλιν νὰ τ’ ἀντιμέψῃ.
υἱέ μου, βλέπε μὴ ποθῆς ν̀’ ἐπάρης διὰ λόγων
τὴν ἀφορμὴν καὶ ν’ ἀδικῇς εἰς τοῦτο . . .
βλέπε καὶ θάνατόν τινος μὴ τὸν παρακαλέσῃς, 610
νὰ ὑποτάξῃς τὸ πρᾶγμά του νὰ λάβῃς τ ’ ἐδικόν του ,
διότι ὁ θάνατος κοινὸς τῶν πάντων ἔνε, υἱέ μου,
καὶ λάχῃ κ’ ἔρθῃ κ’ εἰς ἐσὲν τὸ παρακαλεῖς ἄλλον.
υἱέ μου, κρῖνε πάντοτε ἐξ ὧν ξεύρεις ἀλήθειαν,
δι’ ἔχθραν, διὰ σκάνδαλον τὸ δίκαιον μὴ παρακρινῃς. 615
υἱέ μου, βλέπε, μὴ ποθῇς τοῦ κόσμου τούτου πλοῦτον·
τὸ γὰρ λογά0ιν φέρνει σε εἰς πολλὴν ἀντιμαχίαν
καὶ ζῆλον ὑπεράπειρον, μᾶλλον εἰς ἀδικίαν·
ἀμμὴ εἰς ὅσον σ’ ἔδωκεν ὁ θεὸς νὰ ὑποτάξῃς,
βλέπε νὰ ζῇς εἰρηνικὰ καὶ νὰ χαρῇς τὸν κόσμον. 620
υἱέ μου, ἂν ᾖσα1 πλούσιος κ’ ἔχῃς πτωχόν πλησίον,
μηδὲν τὸν ὑπερηφανῇς, μὴ τὸν καταφρονήσῃς,
διατί ἔνε πάνυ ἀδύνατος νὰ δικαστῇ μ’ ἐσένα.
υἱέ μου, εἴ τι ἔπταισες̀, ἂν ἔποικες καὶ φόνον,
σκόπησον τὴν γυναῖκάν σου μηδὲν τό ‘μολογήσης, 625
μὴ τύχῃ καὶ μαλώσης τὴν καὶ εἰς ἐσὲν χολιάσῃ,
καὶ βάλῃ σε εἰς κίνδυνον εὔκολα τοῦ θανάτου.
πρόσεχε, βλέπε ἀκριβῶς ὅλον μὴ κατακρίνῃς
εἰς πρᾶγμα τὸ ἐποίwι1ες, καὶ πάλιν πολεμεῖς τὸ.
μηδ’ ἀριθμήσῃς τί λαλοῦν τινὲς διὰτ ἐσένα, 630
ἡ πῶς διάγουσίν τινες ἢ πῶς διάγει ὁ κόσμος.

ἰδὲς κι ἂν ἔφαγες υἱὲ, ξένου τινός τι πρᾶγμα,
μᾶλλον κι ἂν τὸ ἐξώδιασες ...
πρόσεχε εἰς τὸν λόγον σου μηδὲν ἀντιλογήσῃς,
διατί οὐκ ἔχεις μάρτυραν, σημεῖον δι' ἐκεῖνο, 635
μὴ σφάλῃς εἰς τὴν πίστιν σου κ' ἔβγῃς ἐκ τὴν ἀλήθειαν.
ὅρκον μὴ ποίσῃς πρὸς αὐτόν, βλέπε μὴ 'φιορκήσῃς,
ὅτι ἀρνᾶσαι τὴν ψυχὴν κ' εἶσαι κατακριμένος.
καὶ μὲ πτωχὸν (καὶ ταπεινὸν) ὑπόθεσιν ἂν ἔχῃς,
μὴ δώσῃς δῶρον αὐθέντου, κριτὴν μὴ ποίσῃς φίλον, 640
νὰ ἀδικήσῃς τόν πτωχὸν, νὰ πάρης τ' ἐδικόν του,
ὅτι ὁ πτωχὸς οὐ δύναται οὐδὲ λογάριν ἔχει
νὰ τ' ἀποδώσῃ τὸν κριτὴν νὰ κρίνῃ τὴν ἀλήθειαν,
μόνον τόν θεόν ἐπικαλεῖ νὰ κρίνῃ τὴν ἀλήθειαν.
εὔλογος ἔνε ὁ κριτὴς διὰ τὴν ἀλήθειάν του, 645
καὶ διὰ τοῦτο πρόσεχε .....
καὶ χωρὶς δῶρον τίποτε , χωρὶς φιλοτιμίαν.
υἱέ μου, τὄχεις πρόσεχε πῶς νὰ τὸ ἐξοδιάσῃς,
καὶ κτῆσαί τὸ εἰς ἔπαινον πλέον διὰ τὴν ψυχήν σου,
μὴ τ' ἐξοδιάσῃς (ἀπρεπῶς εἰς πορνοκαπηλεῖα) 650
(καὶ λάβῃς) ψόγον ἐκ πολλῶν καὶ φέρῃς ἀτιμίαν,
καὶ θλίψῃς φίλους, συγγενεῖς, πάντας καλοὺς ἀνθρώπους
ἀλλ' εἰς καλόν τό ἐξόδιαζε φίλων καὶ συγγενῶν σου,
κρεῖττον εἰς ἐκκλησίας τε καὶ εἰς τοὺς φιλοχρίστους.
οὕτως νὰ ζῇς εἰρηνικῶς, νὰ σ' ἀγαποῦν οἱ πάντες, 655
νὰ σ' ἔχῃ χάριν ὁ θεὸς, πάντα νὰ σὲ πληθαίνῃ
υἱέ μου, πάντα πρόσεχε, βουλὴν ἂν σὲ ζητήσουν,
ἐξ ὧν ἠξεύρεις βούλευε ἀληθινὰ νὰ λέγῃς,
τὸ κρεῖττον κατασκόπευσον, μὴ νὰ εἰς καλὸν τὸ φέρει.
λέγε τὸ δίκαιον καλὸν, πάντα συνέργησέ τὸ, 660
τὸ δὲ εἰς βλάβην καὶ κακὸν πάντα περίκοπτέ τὸ·
καὶ γὰρ ὁ δίκαιος θεὸς ζητεῖ δικαίαv κρίσιν,
ὁπῶ 'νε δίκαιος κριτὴς καὶ κρίνει τὴν ἀλήθειαν.
καὶ ὁ θεὸς τόν δίκαιον κριτὴν καλῶς τὸν κρίνει,

καὶ τὸν ψεύτην καὶ ἄδικον κακῶς τόν κατακρίνει. 665
υἱέ μου, τοὺς δουλεύοντας καὶ τοὺς οἰκιακούς σου
ἀγάπα τοὺς καὶ τίμα τοὺς, δίδε καὶ χάριζέ τοὺς·
εἰ δὲ χαρίζουν τίποτες, μηδὲν τοὺς τὸ κρατήσῃς
νὰ σὲ κρατοῦσιν εὔθυνόν ὅσοι καὶ ἂν τ' ἀκούσουν,
ἂν χρῄζῃς καὶ βοήθειαν πάντα νὰ σὲ βοηθοῦσιν, 670
ὅσον κι ἂν δύνωνται, υἱὲ, μὲ τὴν καλογνωμιὰν σου·
πάντα σὲ θέλει βοηθᾶ εἰς ὄφελον σου μέγα.
νὰ τοὺς εὑρῇς ὡς θησαυρὸν τοὺς στίχους μου, παιδίν μου,
ὁ κύριος φυλάττοι σε, νὰ ἔχῃς τὴν εὐχήν μου

Quamvis vix dubitari pοssit quin in hοc carmine interpolatorum manus late grassatae sint, tamen nunc non id mihi agendum sumpsi in editione principe, ut incertis periclitarer coniecturis genuinam quandam formam carminis eruere: hoc enim ut faciant hortor si qui post me in his carminibus restituendis versabuntur. maxima vero discrepantia codicum A et B cernitur inde a v. 513, unde breviori et (me indice) elegantiori exitu carmen concluditur in B quem infra posui.[Σημ.]

ἂν σὲ λυπήσουν οἱ ἄνθρωποι, ἂν σὲ καταφθονήσουν,
αὐτίκα μὴ παροξυνθῇς μηδὲ κακοτροπήσῃς· 515
ὡς * ἐστερὸς καὶ φρόνιμος μᾶλλον ὑπόμενέ το.
κ' εἰπὲ πρὸς τὴν καρδίαν σου καὶ πρὸς τὸν λογισμόν σου
„ἐγὼ τόν θεὸν καταφρονῶ κ' ἐκεῖνον παρορίζω,
καὶ παρακούω τοὺς λόγους του κ' οὐ ποιῶ τό θέλημά του,
κ' ἐκεῖνος ἀναμένει με κι ἀνέχεταί με τόσον.“ 520
κι ἂν ἐλυπήθης τίποτα κι ἂν ἐκατεφρονήθης,
δέξου τὸ καὶ ὡς φρόνιμος κεῖνον μὴ ἀγανακτήσῃς.
ἤθελα κι ἄλλα περισσὰ νὰ σὲ γράψω παιδίν μου,
ἀλλ' ὁ καιρὸς οὐκ ἀπαιτεῖ, τὰ πράγματ' ἐμποδίζουν,
τὰ πλήθη δὲ τῶν συμφορῶν καὶ τῶν πολλῶν ὀδύνων 525
ἄπρακτον καὶ ἀνέργητον τόν λογισμόν μου ἐπῆραν,

κι ὥσπερ χαλάζιν ἄμπελον ὅλην τὴν κατακρούει,
τσακίζει καὶ τὰ κλήματα, ῥίπτει καὶ τὸν καρπόν τῆς,
οὕτως ἐμὲν οἱ λογισμοὶ συχνολιθοβολοῦσιν
παρέλυσαν τοὺς λογισμοὺς, ἐζάλισαν τὰς φρένας. 530
λοιπὸν ἃς στήσω τὴν γραφὴν, ἂς παύσω καὶ τοὺς λόγους,
τὸ γὰρ πολὺν κ' ὑπέρμετρον πολλάκις ἔχει βάρος
καὶ τοὺς ἀναγινώσκοντας εἰς ἀδικιὰν σεβάζει·
ἐπεὶ γὰρ λόγων εἰς ἀρχὴν, εἰς φρόνεσιν ὡς οἶδα,
ἀρκοῦν σε τὰ σὲ ἔγραψα, μόνον νὰ τὰ προσέξῃς. 535
καὶ πρὸς τὸν νοῦν τοῦ γράμματος τὸν νοῦν σου θὲς, παιδίν μου,
κι ἂν τὸ προσέξῃς, οἶδά τὸ καὶ καθαρῶς ἐλπίζω
εἰς τόν Χριστὸν (τόν πάγχρηστον), καλόν οὐ μὴ σὲ λείψῃ.



Σημ.: ^  Μετάφραση του σχολίου του επιμελητή (μεταφράστηκε από συντάκτες της Βικιθήκης): «Μολονότι δεν μπορεί να αμφισβητηθεί ότι τα χέρια των παρεμβαλλόμενων έχουν απλωθεί πολύ σε αυτό το ποίημα, εντούτοις έχω αναλάβει τώρα να μην το κάνω στην πρώτη έκδοση, έτσι ώστε να διακινδυνεύσω από αναξιόπιστες εικασίες να προκαλέσω κάποια παραδιδόμενη μορφή του ποιήματος. Όμως διακρίνεται η μεγαλύτερη απόκλιση μεταξύ των χειρογράφων Α και Β 513, απ' όπου ολοκληρώνεται το ποίημα στο Β, το οποίο παραθέτω παρακάτω σε πιο σύντομο και κομψό τέλος.»