ἵππον θυμοειδῆ ὁ μὴ ἀνιῶν ἥκιστ’ ἂν ἐξοργίζοι. 3 εὐθὺς μὲν οὖν χρὴ ἐν τῇ ἀναβάσει ἐπιμελεῖσθαι ὡς ἂν ἥκιστ’ ἀναβαίνων λυποίη· ἐπειδὰν δὲ ἀναβῇ, ἠρεμήσαντα πλείω χρόνον ἢ τὸν ἐπιτυχόντα οὕτω προκινεῖν αὐτὸν ὡς πρᾳοτάτοις σημείοις· ἔπειτα δ’ ἐκ τοῦ βραδυτάτου ἀρχόμενον οὕτως αὖ εἰς τὸ θᾶττον προάγειν, ὡς ἂν μάλιστα λανθάνοι αὑτὸν ὁ ἵππος εἰς τὸ ταχὺ ἀφικνούμενος. 4 ὅ τι δ’ ἂν ἐξαίφνης σημήνῃ, θυμοειδῆ ἵππον ὥσπερ ἄνθρωπον ταράττει τὰ ἐξαπίναια καὶ ὁράματα καὶ ἀκούσματα καὶ παθήματα. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν ἵππῳ τὰ ἐξαπίναια τάραχον ἐξεργάζεται. 5 ἢν δὲ καὶ εἰς τὸ θᾶττον ὁρμώμενον τοῦ καιροῦ ὑπολαμβάνειν βούλῃ τὸν θυμοειδῆ, οὐ δεῖ ἐξαπιναίως σπᾶν, ἀλλ’ ἠρεμαίως προσάγεσθαι τῷ χαλινῷ, πραΰνοντα, οὐ βιαζόμενον ἠρεμεῖν. 6 καὶ αἵ τε μακραὶ ἐλάσεις μᾶλλον ἢ αἱ πυκναὶ ἀποστροφαὶ πραύ̈νουσι τοὺς ἵππους, καὶ αἱ ἡσυχαῖαι μέν, πολυχρόνιοι δὲ καθέψουσι καὶ πραύ̈νουσι καὶ οὐκ ἀνεγείρουσι τὸν θυμοειδῆ. 7 εἰ δέ τις οἴεται, ἢν ταχὺ καὶ πολλὰ ἐλαύνηται, ἀπειπεῖν ποιήσας τὸν ἵππον πραυνεῖν, τἀναντία γιγνώσκει τοῦ γιγνομένου. ἐν γὰρ τοῖς τοιούτοις ὁ θυμοειδὴς καὶ ἄγειν βίᾳ μάλιστα ἐπιχειρεῖ καὶ σὺν τῇ ὀργῇ, ὥσπερ ἄνθρωπος ὀργίλος, πολλάκις καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην πολλὰ ἀνήκεστα ἐποίησεν. 8 ἐπιλαμβάνειν δὲ χρὴ ἵππον θυμοειδῆ καὶ τότε τοῦ εἰς τὸ τάχιστον ὁρμᾶν, τοῦ δὲ δὴ παραβάλλειν ἵππῳ καὶ παντάπασιν ἀπέχεσθαι· σχεδὸν γὰρ οἱ θυμοειδέστατοι καὶ φιλονι-
Σελίδα:Xenophon V. Opuscula (1920).pdf/179
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ix
ΠΕΡΙ ΙΠΠΙΚΗΣ