τερα ἢ ἐπειδὰν ἐνσκιρωθῇ τε καὶ ἐξαμαρτηθῇ τὰ νοσήματα.
3 Ὥσπερ δὲ τοῦ ἵππου σίτου τε καὶ γυμνασίων ἐπιμελητέον, ὅπως ἂν τὸ σῶμα ἰσχύῃ, οὕτω καὶ τοὺς πόδας ἀσκητέον. τὰ μὲν τοίνυν ὑγρά τε καὶ λεῖα τῶν σταθμῶν λυμαίνεται καὶ ταῖς εὐφυέσιν ὁπλαῖς· τὰ δέ, ὡς μὲν μὴ ὑγρὰ εἶναι, ἀπόρρυτα, ὡς δὲ μὴ λεῖα, λίθους ἔχοντα κατορωρυγμένους, προσαλλήλους, παραπλησίους ὁπλαῖς τὸ μέγεθος […] τὰ γὰρ τοιαῦτα σταθμὰ […] καὶ ἐφεστηκότων ἅμα στερεοῖ τοὺς πόδας. 4 ἔπειτά γε μὴν τῷ ἱπποκόμῳ ἐξακτέον μὲν τὸν ἵππον ὅπου ψήξει, μεταδετέον δὲ μετὰ τὸ ἄριστον ἀπὸ τῆς φάτνης, ἵν’ ἥδιον ἐπὶ τὸ δεῖπνον ἴῃ. ὧδε δ’ ἂν αὖ ὁ ἔξω σταθμὸς βέλτιστος εἴη καὶ τοὺς πόδας καρτερύνοι, εἰ λίθων στρογγύλων ἀμφιδόχμων ὅσον μνααίων ἁμάξας τέτταρας καὶ πέντε χύδην καταβάλοι, περιχειλώσας σιδήρῳ, ὡς ἂν μὴ σκεδαννύωνται· ἐπὶ γὰρ τούτων ἑστηκὼς ὥσπερ ἐν ὁδῷ λιθώδει ἀεὶ μέρος ⟨τι⟩ τῆς ἡμέρας πορεύοιτο ⟨ἄν⟩· 5 ἀνάγκη δὲ καὶ ψηχόμενον καὶ μυωπιζόμενον χρῆσθαι ταῖς ὁπλαῖς καθάπερ ὅταν βαδίζῃ. καὶ τὰς χελιδόνας δὲ τῶν ποδῶν οἱ οὕτω κεχυμένοι λίθοι στερεοῦσιν. ὡς δὲ περὶ τῶν ὁπλῶν ὅπως στερεαὶ ἔσονται ἐπιμελητέον, οὕτω καὶ τὰ περὶ τὸ στόμα αὖ