νεύειν πρὸς πάντας τοὺς ἐναντίους, ἐνταῦθα δὴ θεῶν μὲν οἶμαι πρῶτον συμμάχων ἰσχυρῶν δεῖ, ἔπειτα δὲ καὶ τὸν ἵππαρχον προσήκει ἀποτετελεσμένον ἄνδρα εἶναι. καὶ γὰρ φρονήσεως δεῖ πολλῆς πρὸς τοὺς πολὺ πλείους καὶ τόλμης, ὁπότε καιρὸς παραπέσοι· 5 δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ αὐτὸν προνοεῖν ἱκανὸν εἶναι. πρὸς μὲν γὰρ τὸ παρὸν στράτευμα διακινδυνεύων, ᾧ μηδὲ ὅλη ἡ πόλις θέλοι ἀντικαθίστασθαι, δῆλον ὅτι πάσχοι ἂν ὅ τι οἱ κρείττους βούλοιντο, ποιεῖν δὲ οὐδὲν ἂν ἱκανὸς εἴη, 6 εἰ δὲ φυλάττοι μὲν τὰ ἔξω τείχους τοσούτοις ὅσοι σκοπεύειν τε τοὺς πολεμίους ἱκανοὶ ἔσονται καὶ ἀναχωρίζειν εἰς τὸ ἀσφαλὲς τὰ δεόμενα ὡς ἐκ πλείστου — ἱκανοὶ δὲ καὶ προορᾶν οὐδὲν ἧττον οἱ ὀλίγοι τῶν πολλῶν, καὶ φυλάττειν τοίνυν καὶ ἀναχωρίζειν τὰ φίλια οὐκ ἀκαιρότεροι οἱ μήτε αὑτοῖς μήτε τοῖς ἵπποις πιστεύοντες· 7 ὁ γὰρ φόβος δεινὸς δοκεῖ συμφύλαξ εἶναι — τοὺς μὲν ⟨οὖν⟩ φύλακας ἐκ τούτων ἄν τις ποιῶν ἴσως ὀρθῶς βουλεύοιτο· τοὺς δὲ περιττοὺς τῆς φυλακῆς εἰ μέν τις στρατιὰν ἔχειν ἡγήσεται, ὀλίγη αὐτῷ φανεῖται· τοῦ παντὸς γὰρ ἐνδεήσεται ὥστε ἐκ τοῦ ἐμφανοῦς διακινδυνεύειν· ἢν δὲ ὡς λῃσταῖς αὐτοῖς χρῆται, πάνυ ἂν ὡς τὸ εἰκὸς ἱκανὴν τοῦτο πράττειν ἔχοι δύναμιν. 8 δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, τούτους παρεσκευασμένους ἀεὶ ἔχοντα ὡς ποιεῖν τι μὴ καταφανῆ ὄντα φυλάττειν, ἤν τι ἁμαρτάνῃ τὸ τῶν πολεμίων στράτευμα. 9 φιλοῦσι δέ πως στρατιῶται, ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ πλείω ἁμαρτάνειν. ἢ γὰρ ἐπὶ τὰ ἐπιτήδεια ἐπιμελείᾳ σκεδάννυνται ἢ πορευομένων ἀταξίᾳ οἱ μὲν προέρχονται, οἱ δ’ ὑπολείπονται πλέον τοῦ καιροῦ. 10 τὰ οὖν τοιαῦτα ἁμαρτήματα οὐ χρὴ παριέναι
Σελίδα:Xenophon V. Opuscula (1920).pdf/146
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
vii
ΞΕΝΟΦΩΝΤΟΣ