Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΚΑΤΑ ΙΩΑΝΗΝ
| 1 | ΕΝ ΑΡΧΗ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, | |
| 2 | καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ | |
| 3 | πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ | |
| 4 | ἐγένετο οὐδὲ ⸢ἓν. ὃ γέγονεν ἐν⸣ αὐτῷ ζωὴ ⸢ἦν⸣, καὶ ἡ ζωὴ | ἓν ὃ γέγονεν. ἐν |ἓστιν| |
| 5 | ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, | |
| 6 | καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος | |
| 7 | ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν | |
| εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες | ||
| 8 | πιστεύσωσιν δι’ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα | |
| 9 | μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ | |
| 10 | φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν | |
| τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος | ||
| 11 | αὐτὸν οὐκ ἔγνω. ⸢Εἰς⸣ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ | εἰς |
| 12 | παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν | |
| τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, | ||
| 13 | οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελή- | Ap. |
| 14 | ματος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. Καὶ | |
| ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασά- | ||
| μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, | ||
| 15 | πλήρης χάριτος καὶ ἀληθείας. (Ἰωάννης μαρτυρεῖ περὶ | |
| αὐτοῦ καὶ κέκραγεν ⸢λέγων— οὗτος ἦν ὃν εἶπον— Ὀ⸣ ὀπί- | * | |
| σω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου | ||
| * λέγων· Οὗτος ἦν ὃν εἶπον· ὁ v. λέγων· Οὗτος ἦν ὃν εἶπον. Ὀ |