Σελίδα:The New Testament in the original Greek - 1881.djvu/106

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
8III IV
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ


αὐτοῦ

πρὸς αὑτόν

Ap.

αὐτῷ ??

μου, ὁ ἀγαπητός ἐν


ἐξεπορεύετο πρὸς αὐτὸν ᾿Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο 6 ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων 7 καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὖτοῖς Γεννήµατα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς 8 µετανοίας· καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν 9 τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη δὲ ἡ ἀξίνη 10 πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς µετάνοιαν· ὁ δὲ ὀπίσω 11 µου ἐρχόμενος ἰσχυρότερός µου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύµατι ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, 12 καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην⸆, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.       Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς 13 Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάνην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. ὁ δὲ διεκώλυεν αὐτὸν λέγων Ἐγὼ 14 χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός µε; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸢αὐτῷ⸣ Ἂφες ἄρτι, οὕτω 15 γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη 16 ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν ⸆ οἱ οὐρανοί, καὶ εἶδεν πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόµενον ἐπ᾽ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα 17 Οὗτός ἐστιν ὁ υἱός ⸢ µου ὁ ἀγαπητός, ἐν ⸣ ᾧ ᾦ? εὐδόκησα.

Τότε [ὁ] Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύµατος, 1 πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. καὶ νηστεύσας 2 ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. Καὶ προσελθὼ???ο᾽ πειράζων εἶπεν αὐτῷ Εἰ 3