Μετάβαση στο περιεχόμενο

Σελίδα:The New Testament in the Original Greek (1894).djvu/630

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
614VII. 2
ΑΠΟΚΑΛΥΨΙΣ

ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3  λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. 4  Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

5 Ἐκ φυλῆς Ἰούδα, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Ρουβήν, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Γάδ, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

6 Ἐκ φυλῆς Ἀσήρ, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Νεφθαλείμ, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Μανασσῆ, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

7 Ἐκ φυλῆς Συμεών, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Λευΐ, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Ἰσαχάρ, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

8 Ἐκ φυλῆς Ζαβουλών, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Ἰωσήφ, ιβʹ χιλιάδες ἐσφραγισμένοι·

Ἐκ φυλῆς Βενιαμίν, ιβʹ χιλιάδες ἐσφραγισμένοι.

9  Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· 10  καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ