Μετάβαση στο περιεχόμενο

Σελίδα:The Greek bucolic poets (1912).djvu/506

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

πῦρ ἄμοτον, περὶ δ’ αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
αὐτὰρ ὅγ’ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρρον
νώμασκεν μακέλην· περὶ δ’ ὄμμασιν ἔνθα καὶ ἔνθα
πάπταινεν μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο, 110
Ἰφικλέης μεγάθυμος ἐπ’ οὔδεϊ κάππεσ’ ὀλισθὼν
πρὶν ἐλθεῖν, οὐδ’ ὀρθὸς ἀναστῆναι δύνατ’ αὖτις,
ἀλλ’ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ ἀμενηνός,
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
καππεσέειν· κεῖται δ’ ὅγ’ ἐπὶ χθονὸς ἔμπεδον αὔτως,
εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης·
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος 120
ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
παννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
οἴκου ἀφ’ ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
θυμὸς ἐμός, μηδ’ ἄλλο παρὲκ τελέσειέ τι δαίμων.»

474