Σελίδα:The Greek bucolic poets (1912).djvu/500

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

ὡς δ’ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
ὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺς
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇ
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
κεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα, 30
Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐπὶ χερσὶ τοκῆες
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἧρης
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
αἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδ’ ἴ’ ἐρωή. 40
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
οἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμον
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
μοχθίζει πέτρης ὅγ’ ἔχων νόον ἠὲ σιδήρου
καρτερὸν ἐν στήθεσσι· σὺ δ’ ἠύτε λείβεται ὕδωρ,
νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ ὁπόσσα.
ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς
κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.

468