Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΒΟΥΚΟΛΙΚΑ
Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι
ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.
Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα
εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων,
υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίνης·
Μοῦσαν δ’ ὀθνείην οὔτιν’ ἐφιλκυσάμην.