Σελίδα:The Greek bucolic poets (1912).djvu/270

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
XX.—ΒΟΥΚΟΛΙΣΚΟΣ

Εὐνίκα μ᾽ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
καί μ᾽ ἐπικερτομέοισα τάδ᾽ ἔννεπεν «ἔρρ᾽ ἀπ᾽ ἐμεῖο.
βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
ἀγροίκως φιλέειν, ἀλλ᾽ ἀστικὰ χείλεα θλίβειν.
μὴ τύγε μευ κύσσῃς τὸ καλὸν στόμα μηδ᾽ ἐν ὀνείροις.
οἶα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις· 6
χείλεά τοι νοτέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, 9
καὶ κακὸν ἐξόσδεις. ἀπ᾽ ἐμεῦ φύγε, μή με μολύνῃς.»
τοιάδε μυθίζοισα, τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
καί μ᾽ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
καὶ σοβαρόν μ᾽ ἐγέλαξεν. ἐμοὶ δ᾽ ἂφαρ ἔζεσεν αἷμα,
καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
χἂ μὲν ἔβα με λιποῖσα· φέρω δ᾽ ὑποκάρδιον ὀργάν,
ὅττι με τὸν χαρίεντα κακὰ μωμήσαθ᾽ ἑταίρα.