ἀντία δ᾽ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο 20
ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος,
ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει Οὐρανίδαισι,
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
ὅττι σφεων Κρονίδας μελέων ἐξείλετο γῆρας,
ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,
ἀμφότεροι δ᾽ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ᾽ ἀλόχοιο,
τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, 30
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις·
οἳ δ᾽ εἰς Ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβας
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
οἵα δ᾽ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας·
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
ὅσσον περ Πτολεμαῖος ἑὴν ἐφίλασεν ἄκοιτιν.
ἧ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ 40
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεοίσας,
ἀστόργου δὲ γυναικὸς ἐπ᾽ ἀλλοτρίων νόος αἰεί,
ῥηΐδιοι δὲ γοναί, τέκνα δ᾽ οὐ ποτεοικότα πατρί.
Σελίδα:The Greek bucolic poets (1912).djvu/244
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS