ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
τοῦτο κάλ᾽ εἶπες.
τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον· μορμὼ δάκνει ἵππος. 40
δάκρυ᾽, ὅσσα θέλεις, χωλὸν δ᾽ οὐ δεῖ τυ γενέσθαι.
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύν᾽ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.
ὦ θεοί, ὅσσος ὄχλος· πῶς καὶ πόκα τοῦτο περᾶσαι
χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον
ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. 50
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδ᾽ ὡς ἄγριος. κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; Διαχρησεῖται τὸν ἄγοντα.
ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδοι.