Σελίδα:The Greek bucolic poets (1912).djvu/168

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

εὔεργόν τ᾽ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
σφίγγετ᾽ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις
εἴπῃ· «σύκινοι ἄνδρες· ἀπώλετο χοὗτος ὁ μισθός.»
ἐς βορέαν ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν
καὶ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὕτως.
σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·
ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.
ἄρχεσθαι δ᾽ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, 50
καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
εὐκτὸς ὁ τῶ βατράχω, παῖδες, βίος· οὐ μελεδαίνει
τὸν τὸ πιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.
κάλλιον ὦ ᾽πιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν·
μὴ ᾽πιτάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.

ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,
τὸν δὲ τεὸν Βουκαῖε πρέπει λιμηρὸν ἔρωτα
μυθίσδεν τᾷ ματρὶ κατ᾽ εὐνὰν ὀρθρευοίσᾳ.

136