Μετάβαση στο περιεχόμενο

Σελίδα:The Greek bucolic poets (1912).djvu/164

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS
ΜΙΛΩΝ

ἐκ πίθω ἀντλεῖς δῆλον, ἐγὼ δ᾽ ἔχω οὐδ᾽ ἅλις ὄξος.

ΒΟΥΚΑΙΟΣ

τοιγὰρ καὶ πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.

ΜΙΛΩΝ

τίς δέ τυ τᾶν παίδων λυμαίνεται;

ΒΟΥΚΑΙΟΣ

ἁ Πολυβώτα,
ἂ πρᾶν ἀμώντεσσι παρ᾽ Ἱπποκίωνι ποταύλει.

ΜΙΛΩΝ

εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.
μάντις τοι τὰν νύκτα χροϊξεῖθ᾽ ἁ καλαμαία.

ΒΟΥΚΑΙΟΣ

μωμᾶσθαί μ᾽ ἄρχῃ τυ· τυφλὸς δ᾽ οὐκ αὐτὸς ὁ Πλοῦτος,
ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ. 20

ΜΙΛΩΝ

οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον.
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὕτως
ἐργαξῇ. καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.

ΒΟΥΚΑΙΟΣ

Μῶσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι
παῖδ᾽· ὧν γάρ χ᾽ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.

132