Μετάβαση στο περιεχόμενο

Σελίδα:The Greek bucolic poets (1912).djvu/162

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
IV.—ΕΡΓΑΤΙΝΑΙ Η ΘΕΡΙΣΤΑΙ
ΜΙΛΩΝ

Ἐργατίνα Βουκαῖε, τί νῦν, ᾠζυρὲ πεπόνθεις;
οὔτε τὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,
οὔθ᾽ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλ᾽ ἀπολείπῃ
ὥσπερ ὄϊς ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
ποῖός τις δείλαν τὺ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;

ΒΟΥΚΑΙΟΣ

Μίλων ὀψαμᾶτα, πέτρας ἀπόκομμ᾽ ἀτεράμνω,
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;

ΜΙΛΩΝ

οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;

ΒΟΥΚΑΙΟΣ

οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι᾽ ἔρωτα; 10

ΜΙΛΩΝ

μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.

ΒΟΥΚΑΙΟΣ

ἀλλ᾽ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.

130