Μετάβαση στο περιεχόμενο

Σελίδα:The Greek bucolic poets (1912).djvu/138

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

ἦρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάϊνον ἄντρον
κρατῆρ᾽ Ἡρακλῆϊ γέρων ἐστάσατο Χείρων; 150
ἦρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν πότ᾽ Ἀνάπῳ,
τὸν κρατερὸν Πολύφαμον ὃς ὤρεσι νᾶας ἔβαλλε,
τοῖον νέκταρ ἔπεισε κατ᾽ αὐλία ποσσὶ χορεῦσαι,
οἶον δὴ τόκα πῶμα διεκρανάσατε, Νύμφαι
βωμῷ πὰρ Δάματρος ἁλωΐδος; ἇς ἐπὶ σωρῷ
αὗτις ἐγὼ πάξαιμι μέγα πτύον, ἃ δὲ γελάσσαι
δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.

106