Μετάβαση στο περιεχόμενο

Σελίδα:The Greek bucolic poets (1912).djvu/134

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

εἴτ᾽ ἔστ᾽ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτε τις ἄλλος.
κεἰ μὲν ταῦτ᾽ ἔρδοις, ὦ Πὰν φίλε, μή τι τυ παῖδες
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμως
τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·
εἰ δ᾽ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ᾽ ὀνύχεσσι
δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις· 110
εἴης δ᾽ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν Ἄρκτω,
ἐν δὲ θέρει πυμάτοισι παρ᾽ Αἰθιόπεσσι νομεύοις
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
ὔμμες δ᾽ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Δίωνας,
ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὅμοιοι,
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
βάλλετ᾽, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.
καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος. αἱ δὲ γυναῖκες 120
“αἰαῖ” φαντὶ “Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.”
μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν, Ἄρατε,
μηδὲ πόδας τρίβωμες· ὁ δ᾽ ὄρθριος ἄλλον ἀλέκτωρ

102