κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
αἴθ᾽ ἐπ᾽ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες ἦμεν,
ὥς τοι ἐγὼν ἐνόμευον ἀν᾽ ὤρεα τὰς καλὰς αἶγας
φωνᾶς εἰσαΐων, τὺ δ᾽ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις
ἁδὺ μελισδόμενος κατεκέκλισο, θεῖε Κομᾶτα.»
χὠ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μέτ᾽ αὖτις 90
κἠγὼ τοῖ᾽ ἐφάμαν· «Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
Νύμφαι κἠμὲ δίδαξαν ἀν᾽ ᾤρεα βουκολέοντα
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·
ἀλλὰ τό γ᾽ ἐκ πάντων μέγ᾽ ὑπείροχον, ᾧ τυ γεραίρειν
ἀρξεῦμ᾽· ἀλλ᾽ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
«Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς
τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἔραντι.
Ὥρατος δ᾽ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον· οἷδεν Ἄριστις,
ἐσθλὸς ἀνήρ, μέγ᾽ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν 100
Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
ὡς ἐκ παιδὸς Ἄρατος ὑπ᾽ ὀστέον αἴθετ᾽ ἔρωτι.
τόν μοι, Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
Σελίδα:The Greek bucolic poets (1912).djvu/132
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS
100