καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδώ
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
ἀλλ᾽ ἄγε βουκολικᾶς ταχέως ἀρξώμεθ᾽ ἀοιδᾶς,
Σιμιχίδα· κἠγὼ μέν, ὅρη φίλος, εἴ τοι ἀρέσκει 50
τοῦθ᾽ ὅτι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,
χὥκκεν ἐφ᾽ ἑσπερίοις Ἐρίφοις νότος ὑγρὰ διώκῃ
κύματα, χ᾽ Ὠρίων ὅκ᾽ ἐπ᾽ ὠκεανῷ πόδας ἴσχῃ,
αἴ κεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
τόν τε νότον τόν τ᾽ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ,
ἁλκυόνες, γλαυκαῖς Νηρηΐσι ταὶ τὰ μάλιστα
ὀρνίχων ἐφίληθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. 60
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
ὥρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο.
κἠγὼ τῆνο κατ᾽ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα
ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
τὸν πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
Σελίδα:The Greek bucolic poets (1912).djvu/128
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS