Σελίδα:The Greek bucolic poets (1912).djvu/126

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

ἁνίκα δὴ καὶ σαῦρας ἐν αἱμασιαῖσι καθεύδει,
οὐδ᾽ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν
λανὸν ἔπι θρῴσκεις; ὥς τευ ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτ᾽ ἀρβυλίδεσσιν ἀείδει.»
τὸν δ᾽ ἐγὼ ἀμείφθην· «Λυκίδα φίλε, φαντί τυ πάντες
ἦμεν συρικτὰν μέγ᾽ ὑπείροχον ἔν τε νομεῦσιν
ἔν τ᾽ ἀματήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
ἁμέτερον. καίτοι κατ᾽ ἐμὸν νόον ἰσοφαρίζειν 30
ἔλπομαι. ἁ δ᾽ ὁδὸς ἅδε θαλυσιάς. ἦ γὰρ ἑταῖροι
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
ἀλλ᾽ ἄγε δή, ξυνὰ γὰρ ὁδός ξυνὰ δὲ καὶ ἀώς,
βουκολιασδώμεσθα· τάχ᾽ ὥτερος ἄλλον ὀνασεῖ.
καὶ γὰρ ἐγὼν Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
οὐ Δᾶν· οὐ γάρ πω κατ᾽ ἐμὸν νόον οὔτε τὸν ἐσθλόν
Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλίταν 40
ἀείδων, βάτραχος δέ ποτ᾽ ἀκρίδας ὥς τις ἐρίσδω.»
ὡς ἐφάμαν ἐπίταδες· ὁ δ᾽ αἰπόλος ἁδὺ γελάσσας
«τάν τοι» ἔφα «κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
πᾶν ἐπ᾽ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
ὥς μοι καὶ τέκτων μέγ᾽ ἀπέχθεται, ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον Ὠρομέδοντος,