Σελίδα:The Greek Anthology, Vol. 1.djvu/24

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
GREEK ANTHOLOGY
4.—Εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τῷ Στουδίου

Τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,
Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ
τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηΐδα ῥάβδον.

5.—Εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Ἀμαντίου

Τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου,
τοῖς πολυδινήτοις κύμασι μαρνάμενος.
οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει,
νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον.
ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην
πόντῳ ἐπαΐξας θήκαο φαιδροτέρην.

6.—Εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου ἐν τοῖς Σφωρακίου

Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.

7.—Εἰς τὸν αὐτόν

Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων
γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ
αἰεί σοι γεραρὴν τελέει χάριν· ὥστε καὶ ἄλλην
εὗρε καὶ ἐν νηῷ σ᾽ ἀνεθήκατο, τὸν κάμες αὐτός.

8.—Εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου πλησίον τοῦ ἁγίου Σεργίου, εἰς τὰ Ὁρμίσδου

Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων,
τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν