ἐν αὐτῷ. εἰ δὲ τὸ νῦν, τὸ αὐτὸ καὶ ἀρχὴ ἔσται· τὸ γὰρ νῦν
οὐ πέρας ἐστὶ μόνον ἀλλὰ καὶ ἀρχή.
Ἄλλως. Ἔστω χρόνος ὁ ΑΒ. εἰ οὖν μὴ ἀίδιος, ἀρχὴν ἔχει καὶ τέλος. εἰ δὲ τοῦτο, ποτὲ ὂν ἔσται καὶ ποτὲ μὴ ὄν. τὸ δὲ ποτὲ ὂν καὶ ποτὲ μὴ ὂν ἐν χρόνῳ ἔστι τε καὶ οὐκ ἔστιν· ὁ ἄρα χρόνος ἐν χρόνῳ ἔσται.
17. Ἡ κύκλῳ κίνησις ἀίδιός ἐστιν.
Ἔστω κύκλῳ κίνησις ἡ τοῦ ΑΒ κύκλου, λέγω ὅτι ἀίδιός ἐστιν. ἐπεὶ γὰρ ὁ χρόνος ἀίδιός ἐστιν, ἀεὶ καὶ κίνησιν δεῖ εἶναι. καὶ ἐπεὶ συνεχὴς ὁ χρόνος (τὸ γὰρ νῦν ταὐτὸν ἔν τε τῷ παρελθόντι καὶ τῷ μέλλοντι), δεῖ καὶ κίνησίν τινα μίαν καὶ συνεχῆ εἶναι· ὁ γὰρ χρόνος ἀριθμὸς κινήσεως. ἀλλὰ μὴν αἱ ἄλλαι πᾶσαι κινήσεις οὐκ ἀίδιοι· ἐξ ἐναντίων γὰρ εἰς ἐναντία γίνονται. μόνη οὖν ἡ κύκλῳ ἀίδιος· ταύτῃ γὰρ οὐδὲν ἐναντίον, ὡς δέδεικται. ὅτι δὲ πᾶσαι αἱ μεταξὺ τῶν ἐναντίων κινήσεις πεπερασμέναι εἰσίν, δείξομεν οὕτως. ἔστω γὰρ ἡ ΑΒ κίνησις μεταξὺ δύο ἐναντίων τοῦ Α καὶ Β. πεπερασμένη μὲν οὖν ἐστιν ἡ ΑΒ κίνησις τῷ Α καὶ τῷ Β καὶ οὐκ ἄπειρος· συνεχὴς δὲ οὐκ ἔστιν ἡ ἐκ τοῦ Α τῇ ἐκ τοῦ Β, ἀλλ’ ὅταν ἀνακάμπτῃ τὸ κινούμενον, στήσεται ἐν τῷ Β· εἰ γὰρ μία καὶ συνεχὴς ἡ ἐκ τοῦ Α καὶ ἐκ τοῦ Β, τὸ ἀπὸ τοῦ Α κινούμενον εἰς τὸ Α κινηθήσεται. μάτην οὖν κινηθήσεται ἤδη ὂν ἐν τῷ Α, οὐδὲν δὲ μάτην ἡ φύσις ποιεῖ· οὐκ ἄρα μία κίνησις. αἱ ἄρα μεταξὺ τῶν ἐναντίων κινήσεις οὔκ εἰσιν ἀίδιοι· οὔτε γὰρ ἐπ’ εὐθείας εἰς ἄπειρον κινεῖσθαι δυνατόν (πέρατα γὰρ τὰ ἐναντία) οὔτ’ ἀνακάμπτον τὴν κίνησιν μίαν ποιεῖ.
Ἄλλως, ὅτι οὐ συνεχὴς ἡ ἐκ τοῦ Α κίνησις τῇ ἐκ τοῦ Β.
Εἰ γὰρ συνεχεῖς ἀλλήλαις, ἔσται ἡ ἐναντία κίνησις τῇ ἐναντίᾳ ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτό· τὸ γὰρ ἐν τῷ Β ἅμα καὶ