Μετάβαση στο περιεχόμενο

Σελίδα:Plotini Enneades, I (1883).djvu/73

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
35
de vita Plotini.

περὶ οὐσίας ψυχῆς πρῶτον·
περὶ οὐσίας ψυχῆς δεύτερον·
περὶ ψυχῆς ἀποριῶν πρῶτον·
περὶ ψυχῆς ἀποριῶν δεύτερον·
περὶ ψυχῆς ἀποριῶν τρίτον ἢ περὶ ὄψεως·
περὶ αἰσθήσεως καὶ μνήμης·
περὶ ἀθανασίας ψυχῆς·
περὶ τῆς εἰς τὰ σώματα καθόδου τῆς ψυχῆς·
εἰ αἱ πᾶσαι ψυχαὶ μία·

ἡ μὲν οὖν τετάρτη ἐννεὰς τὰς περὶ ψυχῆς αὐτῆς ὑποθέσεις ἔσχε πάσας. ἡ δὲ πέμπτη ἔχει μὲν τὰς περὶ νοῦ, περιέχει δὲ ἕκαστον τῶν βιβλίων ἔν τισι καὶ περὶ τοῦ ἐπέκεινα καὶ περὶ τοῦ ἐν ψυχῇ νοῦ καὶ περὶ τῶν ἰδεῶν. ἔστι δὲ τάδε·

περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων·
περὶ γενέσεως καὶ τάξεως τῶν μετὰ τὸ πρῶτον·
περὶ τῶν γνωριστικῶν ὑποστάσεων καὶ τοῦ ἐπέκεινα·
πῶς ἀπὸ τοῦ πρώτου τὸ μετὰ τὸ πρῶτον καὶ περὶ τοῦ ἑνός·
ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ περὶ τἀγαθοῦ·
περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν· καὶ τί τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως·
περὶ τοῦ εἰ καὶ τῶν καθέκαστά ἐστιν εἴδη· οὗ ἡ ἀρχή·
περὶ τοῦ νοητοῦ κάλλους·
περὶ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ όντος·

26. καὶ τὴν τετάρτην οὖν καὶ πέμπτην ἐννεάδα εἰς ἓν σωμάτιον κατελέξαμεν. λοιπὴν δὲ τὴν ἕκτην ἐννεάδα εἰς ἄλλο σωμάτιον, ὡς διὰ τριῶν σωματίων γεγράφθαι τὰ Πλωτίνου πάντα, ὧν τὸ μὲν πρῶτον σωμάτιον ἔχει τρεῖς ἐννεάδας, τὸ δὲ