πᾶσα ζωὴ αὐτοῦ καὶ πᾶς νοῦς ἐν ἑνὶ ζῶσα καὶ νοοῦσα ὁμοῦ καὶ τὸ µέρος παρέχεται ὅλον καὶ πᾶν αὑτῷ φίλον οὐ χωρισθὲν ἄλλο ἀπ’ ἄλλου οὐδὲ ἕτερον γεγενηµένον µόνον καὶ τῶν ἄλλων ἀπεξενωμένον· ὅθεν οὐδὲ ἀδικεῖ ἄλλο ἄλλο οὐδ’ ἂν ᾖ ἐναντίον. πανταχοῦ δὲ ὂν ἓν καὶ τέλειον ὁπουοῦν ἔστηκέ τε καὶ ἀλλοίωσιν οὐκ ἔχει· οὐδὲ γὰρ ποιεῖ ἄλλο εἰς ἄλλο. τίνος γὰρ ἂν ἕνεκα ποιοῖ ἐλλεῖπον οὐδενί; τί δ’ ἂν λόγος λόγον ἐργάσαιτο ἢ νοῦς νοῦν ἄλλον; ἀλλὰ τὸ δι’ αὑτοῦ δύνασθαί τι ποιεῖν ἦν ἄρα οὐκ εὖ ἔχοντος πάντη, ἀλλὰ ταύτῃ ποιοῦντος καὶ κινουµένου, καθ’ ὃ τι καὶ χεῖρόν ἐστι· τοῖς δὲ πάντη µακαρίοις ἐν αὑτοῖς ἑστάναι καὶ τοῦτο εἶναι, ὅπερ εἰσί, µόνον ἀρκεῖ, τὸ δὲ πολυπραγμονεῖν οὐκ ἀσφαλὲς ἑαυτοὺς ἐξ αὐτῶν παρακινοῦσιν. ἀλλὰ γὰρ οὕτω µακάριον κἀκεῖνο, ὡς ἐν τῷ μὴ ποιεῖν μεγάλα αὖ ἐργάζεσθαι, καὶ ἐν τῷ ἐφ’ ἑαυτοῦ µένειν οὖ σμικρὰ ποιεῖν.
2. ὑφίσταται γοῦν ἐκ τοῦ κόσμου τοῦ ἀληθινοῦ ἐκείνου καὶ ἑνὸς κόσμος οὗτος οὐχ εἷς ἀληθῶς· πολὺς γοῦν καὶ εἰς πλῆθος μεμερισμένος καὶ ἄλλο ἀπ’ ἄλλου ἀφεστηκὸς καὶ ἀλλότριον γεγενηµένον καὶ οὐκέτι φιλία µόνον, ἀλλὰ καὶ ἔχθρα τῇ διαστάσει καὶ ἐν τῇ ἐλλείψει ἐξ ἀνάγκης πολέμιον ἄλλο ἄλλῳ. οὐ γὰρ ἀρκεῖ αὐτῷ το µέρος, ἀλλὰ σωζόµενον τῷ ἄλλῳ πολέμιόν ἐστιν ὑφ’ οὗ σώζεται· γέγονε δὲ οὐ λογισμῶ τοῦ δεῖν γενέσθαι, ἀλλὰ φύσεως δευτέρας ἀνάγκῃ· οὐ γὰρ ἦν τοιοῦτον ἐκεῖνο οἷον ἔσχατον εἶναι τῶν ὄντων. πρῶτον γὰρ ἦν καὶ πολλὴν δύναμιν ἔχον καὶ πᾶσαν· καὶ ταύτην τοίνυν τὴν τοῦ ποιεῖν ἄλλο ἄνευ τοῦ ζητεῖν ποιῆσαι. ἤδη γὰρ ἂν αὐτόθεν οὖκ εἶχεν, εἰ ἐζήτει,