1. Ἅπαντα τὰ γινόμενα καὶ τὰ ὄντα ἤτοι κατ’ αἰτίας γίνεται καὶ ἔστι, ἢ ἄνευ αἰτίας ἄμφω· ἢ τὰ μὲν ἄνευ αἰτίας, τὰ δὲ μετ’ αἰτίας ἐν ἀμφοτέροις· ἢ τὰ μὲν γινόμενα μετ’ αἰτίας πάντα, τὰ δὲ ὄντα τὰ μὲν ἐστι αὐτῶν μετ’ αἰτίας, τὰ δ’ ἄνευ αἰτίας, ἢ οὐδὲν μετ’ αἰτίας· ἢ ἀνάπαλιν τὰ μὲν ὄντα μετ’ αἰτίας πάντα, τὰ δὲ γινόμενα τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, ἢ οὐδὲν αὐτῶν μετ’ αἰτίας. ἐπὶ μὲν οὖν τῶν ἀιδίων τὰ μὲν πρῶτα εἰς ἄλλα αἴτια ἀνάγειν οὐχ οἷόν τε πρῶτα ὄντα· ὅσα δὲ ἐκ τῶν πρώτων ἤρτηται, ἐξ ἐκείνων τὸ εἶναι ἐχέτω. τάς τε ἐνεργείας ἑκάστων ἀποδιδούς τις ἐπὶ τὰς οὐσίας ἀναγέτω· τοῦτο γάρ ἐστι τὸ εἶναι αὐτῶν, τὸ τοιάνδε ἐνέργειαν ἀποδιδόναι. περὶ δὲ τῶν γινομένων ἢ ὄντων μὲν ἀεί, οὐ τὴν αὐτὴν δὲ ἐνέργειαν ποιουμένων ἀεὶ κατ’ αἰτίας ἅπαντα λεκτέον γίνεσθαι, τὸ δ’ ἀναίτιον οὐ παραδεκτέον, οὔτε παρεγκλίσεσι κεναῖς χώραν διδόντα οὔτε κινήσει σωμάτων τῇ ἐξαίφνης, ἣ οὐδενὸς προηγησαμένου ὑπέστη, οὔτε ψυχῆς ὁρμῇ ἐμπλήκτῳ μηδενὸς κινήσαντος αὐτὴν εἰς τό τι πρᾶξαι ὧν πρότερον οὐκ ἐποίει. ἢ αὐτῷ γε τούτῳ μείζων ἄν τις ἔχοι αὐτὴν ἀνάγκη τὸ μὴ αὐτῆς εἶναι, φέρεσθαι δὲ τὰς τοιαύτας φορὰς ἀβουλήτους τε καὶ ἀναιτίους
Σελίδα:Plotini Enneades, I (1883).djvu/253
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
I.
ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ.