Σελίδα:Plotini Enneades, ΙI (1884).djvu/73

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
13
III, 2-4.

καὶ οἷς ἄλλο ἔργον, οἷς δὲ ἄλλο, οἷον ὀφθαλμοῖς καὶ ὠσίν, οὐ µόριον ἄλλο ψυχῆς ὁράσει, ἄλλο δὲ ὠσὶ Λεκτέον παρεῖναι· ἄλλων δὲ τὸ µερίξειν οὕτως· ἀλλὰ τὸ αὐτό, κἂν ἄλλη δύναµις ἐν ἑκατέροις ἐνεργῇ· εἰσὶ γὰρ ἐν ἀμφοτέραις ἅπασαι· τῷ δὲ τὰ ὄργανα διάφορα εἶναι διαφόρους τὰς ἀντιλήψεις γίνεσθαι, πάσας μέντοι εἰδῶν εἶναι [οὐκ] εἰς πάντα δυναµένων μορφοῦσθαι. δηλοῖ δὲ καὶ τὸ εἰς ἓν ἀναγκαῖον εἶναι πάντα ἰέναι. τῶν δή ὀργάνων διαφόρων [ὄντων καὶ] μὴ πάντα δυναµένων δέξασθαι, τὰ μὲν παθήματα διάφορα γίνεσθαι τοῖς ὀργάνοις, τὴν δὲ κρίσιν παρὰ τοῦ αὐτοῦ οἷον δικαστοῦ καὶ τοὺς λόγους τοὺς λεγομένους καὶ τὰ πραχθέντα κατανενοηκότος. ἀλλ' ὅτι ἕν γε πανταχοῦ εἴρηται καὶ ἐν τοῖς διαφόροις τῶν ἔργων εἶ τε ὡς αἱ αἰσθήσεις, οὖκ ἔνι ἕκαστον αὐτῶν νοεῖν, ἆλλ᾽ ἐκείνην· (εἰ δ᾽ οἰκεία ἦν ἡ νόησις, ἐφ᾽ ἑαυτῆς ἑκάστη). ὅταν δὲ καὶ Λογικὴ ᾖ ψυχή, καὶ οὕτω λογικὴ ὡς ὅλη λέγεται, τὸ Λεγόμενον µέρος ταὐτόν, ἀλλ᾽ οὐ µέρος ἔσται τοῦ ὅλου.

4. τί οὖν φατέον, εἰ οὕτω µία, ὅταν τις ξητῇ τὸ ἐντεῦθεν πρῶτον μὲν ἀπορῶν, εἰ οἷόν τε οὕτως ἓν ἅμα ἐν πᾶσιν [εἶναι], ἔπειτα, ὅταν [ἡ μὲν] ἐν σώματι ᾖ, ἡ δὲ μὴ ἐν σώματι. ἴσως γὰρ ἀκολουθήσει ἀεὶ ἐν σώµατι πᾶσαν εἶναι καὶ μάλιστα τὴν τοῦ παντός. οὐ γὰρ ὥσπερ ἡ ἡμετέρα Λέγεται καταλείπειν τὸ σώμα· καίτοι τινές φασι τόδε μὲν καταλείψειν, οὐ πάντη δὲ ἔξω σώματος ἔσεσθαι. ἆλλ᾽ εἰ πάντη ἔξω σώματος ἔσται, πῶς ἡ μὲν καταλείψει, ἡ δὲ οὔ, ἡ αὐτὴ οὖσα; ἐπὶ μὲν οὖν τοῦ νοῦ ἑτερότητι χωριζοµένου ἑαυτοῦ κατὰ µέρη [διαφέροντα] μάλιστα ἀλλήλων, ὄντα δὲ ὁμοῦ ἀεί·