ὕστερον ἐπίῃ -θαυμαστὸν γὰρ οὐδέν- λόγον ἄκουσόν τινα c προσήκοντα περὶ πάντων τῶν τοιούτων ῥηθῆναι.
ΝΕ. ΣΩ. Λέγε μόνον.
ΞΕ. Πρῶτον τοίνυν ἴδωμεν πᾶσαν τήν τε ὑπερβολὴν καὶ τὴν ἔλλειψιν, ἵνα κατὰ λόγον ἐπαινῶμεν καὶ ψέγωμεν τὰ μακρότερα τοῦ δέοντος ἑκάστοτε λεγόμενα καὶ τἀναντία περὶ τὰς τοιάσδε διατριβάς.
ΝΕ. ΣΩ. Οὐκοῦν χρή.
ΞΕ. Περὶ δὴ τούτων αὐτῶν ὁ λόγος ἡμῖν οἶμαι γιγνόμενος ὀρθῶς ἂν γίγνοιτο.
ΝΕ. ΣΩ. Τίνων;
ΞΕ. Μήκους τε πέρι καὶ βραχύτητος καὶ πάσης ὑπεροχῆς d τε καὶ ἐλλείψεως· ἡ γάρ που μετρητικὴ περὶ πάντ᾽ ἐστὶ ταῦτα.
ΝΕ. ΣΩ. Ναί.
ΞΕ. Διέλωμεν τοίνυν αὐτὴν δύο μέρη· δεῖ γὰρ δὴ πρὸς ὃ νῦν σπεύδομεν.
ΝΕ. ΣΩ. Λέγοις ἂν τὴν διαίρεσιν ὅπῃ.
ΞΕ. Τῇδε· τὸ μὲν κατὰ τὴν πρὸς ἄλληλα μεγέθους καὶ σμικρότητος κοινωνίαν, τὸ δὲ [τὸ] κατὰ τὴν τῆς γενέσεως ἀναγκαίαν οὐσίαν.
ΝΕ. ΣΩ. Πῶς λέγεις;
ΞΕ. Ἆρ᾽ οὐ κατὰ φύσιν δοκεῖ σοι τὸ μεῖζον μηδενὸς ἑτέρου δεῖν μεῖζον λέγειν ἢ τοῦ ἐλάττονος, καὶ τοὔλαττον αὖ e τοῦ μείζονος ἔλαττον, ἄλλου δὲ μηδενός;
ΝΕ. ΣΩ. Ἔμοιγε.
ΞΕ. Τί δέ; τὸ τὴν τοῦ μετρίου φύσιν ὑπερβάλλον καὶ ὑπερβαλλόμενον ὑπ᾽ αὐτῆς ἐν λόγοις εἴτε καὶ ἐν ἔργοις ἆρ᾽ οὐκ αὖ λέξομεν ὡς ὄντως γιγνόμενον, ἐν ᾧ καὶ διαφέρουσι μάλιστα ἡμῶν οἵ τε κακοὶ καὶ [οἱ] ἀγαθοί;
ΝΕ. ΣΩ. Φαίνεται.