εἶναι μᾶλλον πολὺ τὰς φύσεις καὶ παραπλησιαίτερον παιδείας μετειληφέναι καὶ τροφῆς.
ΝΕ. ΣΩ. Πάντως που.
ΞΕ. Ζητητέοι γε μὴν οὐδὲν ἂν εἴησαν οὔθ᾽ ἧττον οὔτε μᾶλλον, εἴθ᾽ οὕτως εἴτ᾽ ἐκείνως πεφύκασιν.
ΝΕ. ΣΩ. Πῶς γὰρ οὔ;
ΞΕ. Τῇδε δὴ πάλιν ἐπανέλθωμεν. ἣν γὰρ ἔφαμεν αὐτεπιτακτικὴν μὲν εἶναι τέχνην ἐπὶ ζῴοις, οὐ μὴν ἰδίᾳ γε ἀλλὰ d κοινῇ τὴν ἐπιμέλειαν ἔχουσαν, καὶ προσείπομεν δὴ τότε εὐθὺς ἀγελαιοτροφικήν- μέμνησαι γάρ;
ΝΕ. ΣΩ. Ναί.
ΞΕ. Ταύτης τοίνυν πῃ διημαρτάνομεν. τὸν γὰρ πολιτικὸν οὐδαμοῦ συνελάβομεν οὐδ᾽ ὠνομάσαμεν, ἀλλ᾽ ἡμᾶς ἔλαθεν κατὰ τὴν ὀνομασίαν ἐκφυγών.
ΝΕ. ΣΩ. Πῶς;
ΞΕ. Τοῦ τὰς ἀγέλας ἑκάστας τρέφειν τοῖς μὲν ἄλλοις που πᾶσι μέτεστι νομεῦσι, τῷ πολιτικῷ δὲ οὐ μετὸν ἐπηνέγκαμεν e τοὔνομα, δέον τῶν κοινῶν ἐπενεγκεῖν τι σύμπασιν.
ΝΕ. ΣΩ. Ἀληθῆ λέγεις, εἴπερ ἐτύγχανέ γε ὄν.
ΞΕ. Πῶς δ᾽ οὐκ ἦν τό γε θεραπεύειν που πᾶσι κοινόν, μηδὲν διορισθείσης τροφῆς μηδέ τινος ἄλλης πραγματείας; ἀλλ᾽ ἤ τινα ἀγελαιοκομικὴν ἢ θεραπευτικὴν ἢ καί τινα ἐπιμελητικὴν αὐτὴν ὀνομάσασιν ὡς κατὰ πάντων ἐξῆν περικαλύπτειν καὶ τὸν πολιτικὸν ἅμα τοῖς ἄλλοις, ἐπειδὴ δεῖν τοῦτ᾽ ἐσήμαινεν ὁ λόγος.
276 ΝΕ. ΣΩ. Ὀρθῶς. ἀλλ᾽ ἡ μετὰ τοῦτο διαίρεσις αὖ τίνα τρόπον ἐγίγνετ᾽ ἄν;
ΞΕ. Κατὰ ταὐτὰ καθ᾽ ἅπερ ἔμπροσθεν διῃρούμεθα τὴν ἀγελαιοτροφικὴν πεζοῖς τε καὶ ἀπτῆσι, καὶ ἀμείκτοις τε καὶ