ΝΕ. ΣΩ. Δῆλον.
ΞΕ. Τῆς δὴ γνωστικῆς μᾶλλον ἢ τῆς χειροτεχνικῆς καὶ d ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι;
ΝΕ. ΣΩ. Τί μήν;
ΞΕ. τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν;
ΝΕ. ΣΩ. Δῆλον.
ΞΕ. Οὐκοῦν πορευοίμεθ᾽ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα;
ΝΕ. ΣΩ. Πάνυ γε.
ΞΕ. Πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν.
ΝΕ. ΣΩ. Φράζε ποίαν.
e ΞΕ. Τοιάνδε. λογιστική πού τις ἡμῖν ἦν τέχνη.
ΝΕ. ΣΩ. Ναί.
ΞΕ. Τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν.
ΝΕ. ΣΩ. Πῶς δ᾽ οὔ;
ΞΕ. Γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι;
ΝΕ. ΣΩ. Τί μήν;
ΞΕ. Καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλ᾽ ἐργατῶν ἄρχων.
ΝΕ. ΣΩ. Ναί.
ΞΕ. Παρεχόμενός γέ που γνῶσιν ἀλλ᾽ οὐ χειρουργίαν.
ΝΕ. ΣΩ. Οὕτως.
260 ΞΕ. Δικαίως δὴ μετέχειν ἂν λέγοιτο τῆς γνωστικῆς ἐπιστήμης.
ΝΕ. ΣΩ. Πάνυ γε.
ΞΕ. Τούτῳ δέ γε οἶμαι προσήκει κρίναντι μὴ τέλος