ΞΕ. Τῷ τε “εἶναί” που περὶ πάντα ἀναγκάζονται χρῆσθαι καὶ τῷ “χωρὶς” καὶ τῷ “τῶν ἄλλων” καὶ τῷ “καθ' αὑτὸ” καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται.
d ΘΕΑΙ. Κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές.
ΞΕ. Τί δ', ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας;
ΘΕΑΙ. Τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.
ΞΕ. Πῶς;
ΘΕΑΙ. Ὅτι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτ' ἂν καὶ στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπ' ἀλλήλοιν.
ΞΕ. Ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινεῖσθαι;
ΘΕΑΙ. Πῶς γὰρ οὔ;
ΞΕ. Τὸ τρίτον δὴ μόνον λοιπόν.
ΘΕΑΙ. Ναί.
e ΞΕ. Καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, ἢ πάντα ἢ μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.
ΘΕΑΙ. Πῶς γὰρ οὔ;
ΞΕ. Καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.
ΘΕΑΙ. Ναί.
ΞΕ. Πᾶς ἄρα ὁ βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ λοιπὸν τῶν τριῶν θήσει.
ΘΕΑΙ. Κομιδῇ μὲν οὖν.
ΞΕ. Ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δ' οὔ, σχεδὸν