ποιήσει καὶ ἐρεῖ: ἂν δὲ μή, ἐξαμαρτήσεταί τε καὶ οὐδὲν ποιήσει;
ΕΡΜ. Οὕτω μοι δοκεῖ ὡς λέγεις.
ΣΩ. Οὐκοῦν τοῦ λέγειν μόριον τὸ ὀνομάζειν; διονομάζοντες γάρ που λέγουσι τοὺς λόγους.
ΕΡΜ. Πάνυ γε.
ΣΩ. Οὐκοῦν καὶ τὸ ὀνομάζειν πρᾶξίς [τίς] ἐστιν, εἴπερ καὶ τὸ λέγειν πρᾶξίς τις ἦν περὶ τὰ πράγματα;
ΕΡΜ. Ναί.
d ΣΩ. Αἱ δὲ πράξεις ἐφάνησαν ἡμῖν οὐ πρὸς ἡμᾶς οὖσαι, ἀλλ᾽ αὑτῶν τινα ἰδίαν φύσιν ἔχουσαι;
ΕΡΜ. Ἔστι ταῦτα.
ΣΩ. Οὐκοῦν καὶ ὀνομαστέον [ἐστὶν] ᾗ πέφυκε τὰ πράγματα ὀνομάζειν τε καὶ ὀνομάζεσθαι καὶ ᾧ, ἀλλ᾽ οὐχ ᾗ ἂν ἡμεῖς βουληθῶμεν, εἴπερ τι τοῖς ἔμπροσθεν μέλλει ὁμολογούμενον εἶναι; καὶ οὕτω μὲν ἂν πλέον τι ποιοῖμεν καὶ ὀνομάζοιμεν, ἄλλως δὲ οὔ;
ΕΡΜ. Φαίνεταί μοι.
ΣΩ. Φέρε δή, ὃ ἔδει τέμνειν, ἔδει τῳ, φαμέν, τέμνειν;
ΕΡΜ. Ναί.
e ΣΩ. Καὶ ὃ ἔδει κερκίζειν, ἔδει τῳ κερκίζειν; καὶ ὃ ἔδει τρυπᾶν, ἔδει τῳ τρυπᾶν;
ΕΡΜ. Πάνυ γε.
ΣΩ. Καὶ ὃ ἔδει δὴ ὀνομάζειν, ἔδει τῳ ὀνομάζειν;
388 ΕΡΜ. Ἔστι ταῦτα.
ΣΩ. Τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;
ΕΡΜ. Τρύπανον.
ΣΩ. Τί δὲ ᾧ κερκίζειν;
ΕΡΜ. Κερκίς.
ΣΩ. Τί δὲ ᾧ ὀνομάζειν;
ΕΡΜ. Ὄνομα.