Μετάβαση στο περιεχόμενο

Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/154

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
93c
ΠΛΑΤΩΝΟΣ

Τῶν οὖν θεμένων ψυχὴν ἁρμονίαν εἶναι τί τις φήσει ταῦτα ὄντα εἶναι ἐν ταῖς ψυχαῖς, τήν τε ἀρετὴν καὶ τὴν κακίαν; πότερον ἁρμονίαν αὖ τινα ἄλλην καὶ ἀναρμοστίαν; καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ ἁρμονίᾳ οὔσῃ ἄλλην ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην;

Οὐκ ἔχω ἔγωγ᾽, ἔφη ὁ Σιμμίας, εἰπεῖν· δῆλον δ᾽ ὅτι τοιαῦτ᾽ ἄττ᾽ ἂν λέγοι ὁ ἐκεῖνο ὑποθέμενος.

d  Ἀλλὰ προωμολόγηται, ἔφη, μηδὲν μᾶλλον μηδ᾽ ἧττον ἑτέραν ἑτέρας ψυχὴν ψυχῆς εἶναι· τοῦτο δ᾽ ἔστι τὸ ὁμολόγημα, μηδὲν μᾶλλον μηδ᾽ ἐπὶ πλέον μηδ᾽ ἧττον μηδ᾽ ἐπ᾽ ἔλαττον ἑτέραν ἑτέρας ἁρμονίαν ἁρμονίας εἶναι. ἦ γάρ;

Πάνυ γε.

Τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον ἁρμονίαν οὖσαν μήτε μᾶλλον μήτε ἧττον ἡρμόσθαι· ἔστιν οὕτως;

Ἔστιν.

Ἡ δὲ μήτε μᾶλλον μήτε ἧττον ἡρμοσμένη ἔστιν ὅτι πλέον ἢ ἔλαττον ἁρμονίας μετέχει, ἢ τὸ ἴσον;

Τὸ ἴσον.

Οὐκοῦν ψυχὴ ἐπειδὴ οὐδὲν μᾶλλον οὐδ᾽ ἧττον ἄλλη e  ἄλλης αὐτὸ τοῦτο, ψυχή, ἐστίν, οὐδὲ δὴ μᾶλλον οὐδὲ ἧττον ἥρμοσται;

Οὕτω.

Τοῦτο δέ γε πεπονθυῖα οὐδὲν πλέον ἀναρμοστίας οὐδὲ ἁρμονίας μετέχοι ἄν;

Οὐ γὰρ οὖν.

Τοῦτο δ᾽ αὖ πεπονθυῖα ἆρ᾽ ἄν τι πλέον κακίας ἢ ἀρετῆς μετέχοι ἑτέρα ἑτέρας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία εἴη;