Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome IV, 2 (éd. Robin).djvu/173

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
22184 e
ΣΥΜΠΟΣΙΟΝ

δευσιν καὶ τὴν ἄλλην σοφίαν κτᾶσθαι,τότε δή, τούτων ξυνιόντων εἰς ταὐτὸν τῶν νόμων, μοναχοῦ ἐνταῦθα ξυμπίπτει τὸ καλὸν εἶναι παιδικὰ ἐραστῇ χαρίσασθαι· ἄλλοθι δὲ οὐδαμοῦ. Ἐπὶ τούτῳ καὶ ἐξαπατηθῆναι οὐδὲν αἰσχρόν· ἐπὶ δὲ τοῖσ^^1 ἄλλοις πᾶσι καὶ ἐξαπατωμένῳ αἰσχύνην φέρει καὶ μή. Εἰ γάρ τις, ἐραστῇ ὡς πλουσίῳ πλούτου ἕνεκα χαρισάμενος, ἑξαπατηθείη καὶ μὴ λαβοι χρήματα ἀναφανέντος τοῦ ἐραστοῦ πένητος, οὐδὲν ἧττον αἰσχρόν· δοκεῖ γὰρ ὁ τοιοῦτος τό γε αὑτοῦ ἐπιδεῖξαι, ὅτι ἔνεκα χρημάτῶν ὁτιοῦν ἂν ὁτῳοῦν ὑπηρετοῖ· τοῦτο δὲ οὐ καλόν. Κατὰ τὸν αὐτὸν δὴ λόγον κἂν εἴ τις, ὡς ἀγαθῷ χαρισάμενος καὶ αὐτὸς ὡς ἀμείνων ἐσόμενος διὰ τὴν φιλίαν ἐραστοῦ, ἐξαπατηθείη ἀναφανέντος ἐκείνου κακοῦ καὶ οὐ κεκτημένου ἀρετήν, ὅμως καλὴ ἡ ἀπάτη· δοκεῖ γὰρ αὖ καὶ οὖτος τὸ καθ' αὑτὸν δεδηλωκέναι, ὅτι ἀρετῆς γ' ἕνεκα καὶ τοῦ βελτίων γενέσθαι πᾶν ἂν παντὶ προθυμηθείη· τοῦτο δὲ αὖ πάντων κάλλιστον. Οὕτω πάντως γε καλὸν ἀρετῆς γ' ἕνεκα χαρίζεσθαι. Οὗτός ἐστιν ὁ τῆς Οὐρανίας θεοῦ Ἔρως καὶ Οὐράνιος, καὶ πολλοῦ ἄξιος καὶ πόλει καὶ ἰδιώταις, πολλὴν ἐπιμέλειαν ἀναγκάζων ποιεῖσθαι πρὸς ἀρετὴν τόν τε ἐρῶντα αὐτὸν αὑτοῦ καὶ τὸν ἐρώμενον. Οἱ δ' ἕτεροι πάντες τῆς ἑτέρας, τῆς Πανδήμου.

« Ταῦτά σοι, ἔφη, ὡς ἐκ τοῦ παραχρῆμα, ὧ Φαῖδρε, περὶ Ἔρωτος συμϐάλλομαι. »


e 2 ϰτᾶσθαι : ϰτᾶσθαί τι coni. Hug ἵστασθαι Schanz (cf. Remp. 5, 452 e) ὀνίνασθαι coni Richards ‖ δή : δέ F. A. Wolf ‖ 3 ξυνιόντοων : συν. Burnet ‖ 6 πᾶσι : -σιν T Schanz ‖ 185 a 2 καὶ … χρήματα : del. Cobet secl. Hug ‖ λάϐοι : λάϐῃ Y ‖ 3 ἐραστοῦ om. Y ‖ 4 αὑτοῦ : αὐ BWY ‖ 6 ϰἂν : ϰαὶ W Hirschig ‖ 7 χαρισάμενος : -σόμενος coni. Stephan. ‖ διὰ … 8 ἐραστοῦ : secl. Hug ‖ 8 ἐραστοῦ : τοῦ ἐ. Y ‖ b 1 ϰαὶ … ἀρετήν : secl. Hug ‖ ἡ T² (ἡ s. u.) : om. T ‖ 2 αὖ : ἂν Y ‖ 4 πάντως : πᾶν π. Stob. Burnet ‖ 5 ἀρετῆς γ' ἕνεϰα : ἀρ ἕν BY exc. ‖ Burnet edd. omnes ἕν. ἀρ. Stob. ‖ c 1 ἐρῶντα : ἐρῶτα Stob. ‖ αὑτοῦ : αὐ. B Stob. ‖ ϰαὶ τὸν ἐρώμενον : τε ϰαὶ τοῦ ἐρωμένου Ast ‖ 5 συμβάλλομαι (et Method.) : -ομεν BY.