Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome IV, 1 (éd. Robin).djvu/93

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΦΑΙΔΩΝ
[ἢ περὶ ψὑχῆς· ἠθιϰός.]


ΕΧΕΚΡΑΤΗΣ   ΦΑΙΔΩΝ

ΕΧΕΚΡΑΤΗΣ. Αὐτός, ὦ Φαιδων, παρεγένου Σωκράτει ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ φάρμακον ἔπιεν ἑν τῷ δεσμωτηρίῳ, ἢ ἄλλου του ἤκουσας ;

ΦΑΙΔΩΝ. Αὐτός, ὦ Ἐχέκρατες.

ΕΧ. Τί οὖν δή ἐστιν ἅττα εἶπεν ὁ ἀνὴρ πρὸ τοῦ θανάτου ; καὶ πῶς ἐτελεύτα ; Ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιμι· καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷος τ’ ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνοι. Τῶν δὲ ἄλλων οὐδὲν εἶχε φράζειν.

ΦΑΙΔ. Οὐδὲ τὰ περὶ τῆς δίκης ἄρα ἐπύθεσθε ὃν τρόπον ἐγένετο ;

ΕΧ. Ναί, ταῦτα μὲν ἡμῖν ἠμῖν ἤγγειλέ τις. Καὶ ἐθαυμάζομέν γε ὅτι, πάλαι γενομένης αὑτῆς, πολλῷ ὕστερον φαίνεται ἀποθανών. Τί οὖν ἦν τοῦτο, ὦ Φαίδων ;


Τὰ τοῦ διαλόγου πρόσωπα· Ἐ. Φ. Ἀπολλόδωρος (quamuis silens) Σωκράτης Κέϐης Σιμμίας Κρίτων ὁ τῶν ια′ [ἔνδεκα W] ὑπηρέτης TWY : om. B.

57 a 2 τὸ φάρμακον ἔπιεν : ἔπ. τὸ φ. W ‖ 6 ἐγὼ : om. ΤΥ ‖ 7 Φλειασίων Burnet : Φλια. codd. ‖ b 1 ἀγγεῖλαι : ἀπαγγ. W ‖ ἦν : ἦ ΤΥ ‖ 3 εἶχε : -χεν Β ‖ 58 a 1 ἄρα : ἁρα Τ ἆρα ΒΥ Plut. De fato 572 bc ‖ ἐπύθεσθε : -θοντο Plut. ibid. ‖ 5 οὖν : om. ΤΥ Plut. ibid.