Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome IV, 1 (éd. Robin).djvu/297

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
103118 a
ΦΑΙΔΩΝ

ἀμελήσητε. — Ἀλλὰ ταῦτα, ἔφη, ἔσται, ὁ Κρίτων· ἀλλ' ὅρα εἴ τι ἄλλο λέγεις. » Ταῦτα ἐρομένου αὐτοῦ, οὐδὲν ἔτι ἀπεκρίνατο· ἀλλ' ὀλίγον χρόνον διαλιπὼν ἐκινήθη τε καὶ ὁ ἄνθρωπος ἐξεκάλυψεν αὐτόν. Καὶ ὃς τὰ ὄμματα ἔστησεν· ἰδὼν δὲ ὁ Κρίτων συνέλαϐε τὸ στόμα καὶ τοὺς ὀφθαλμούς.

Ἥδε ἡ τελευτή, ὦ Ἐχέκρατες, τοῦ ἑταίρου ἡμῖν ἐγένετο, ἀνδρός, ὡς ἡμεῖς φαῖμεν ἄν, τῶν τότε ὦ ἐπειράθημεν ἀρίστου καὶ ἄλλως φρονιμωτάτου καὶ δικαιοτάτου.






a 8 ἀμελήσετε : διαμ. W ‖ ταῦτα, ἔφη, ἔσται : τ. ἔστ. ἔφ. T ‖ 10 διαλιπὼν W2 διαλεί. W (ut uid.) ‖ 11 αὐτόν : -ός Y (σ exp.) ‖ 12 συνέλαϐε : ξυν. BY ‖ ϰαὶ : τε ϰαὶ TW ‖ 15 ἄλλως : secl. Schanz.