Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome III, 2.djvu/33

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
110448 b
ΓΟΡΓΙΑΣ

ΧΑΙ. Ἐρωτῶ δὴ. Εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἦσπερ ὁ ἀδελφός αὐτοῦ Ἡρόδικος, τίνα ἄν αὐτὸν ὠνομάζομεν δικαίως ; οὐχ ὅπερ ἐκεινον ;

ΠΩΛ. Πάνυ γε.

ΧΑΙ. Ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν.

ΠΩΛ. Ναὶ.

ΧΑΙ. Εἰ δέ γε ἦσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν ;

ΠΩΛ. Δῆλον ὅτι ζωγράφον.

ΧΑΙ. Νῦν δ' ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνο ἂν κακοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν ;

ΠΩΛ. Ὦ Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι· ἐμπειρία δὲ κατὰ τύχην. Ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι· ὦν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν.

ΣΩ. Καλῶς γε, ὦ Γοργία, φαίνεται Πῶλος παρεσκευάσθαι εἰς λόγους· ἀλλὰ γὰρ ὃ ὑπέσχετο Χαιρεφῶντι οὐ ποιεῖ.

ΓΟΡ. Τί μάλιστα, ὦ Σώκρατες ;

ΣΩ. Τὸ ἐρωτώμενον οὐ πάνυ μοι φαίνεται ἀποκρίνεσθαι.

ΓΟΡ. Ἀλλὰ σύ, εἰ βούλει, ἐροῦ αὐτόν.

ΣΩ. Οὔκ, εἰ αὐτῷ γε σοὶ βουλομένῳ ἐστὶν ἀποκρίνεσθαι, ἀλλὰ πολὺ ἂν ἥδιον σέ. Δῆλος γάρ μοι Πῶλος καὶ ἐξ ὦν εἴρηκεν ὅτι τήν καλουμένην ῥητορικὴν μᾶλλον μεμελέτηκεν ἢ διαλέγεθαι.

ΠΩΛ. Τί δή, ὦ Σώκρατες ;

448 b 5 τίνα codd. : τί Olympiodorus ‖ τίνος Heindorf : τινος codd. ‖ d 9 σέ YF : σοι ceteri.