Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome III, 2.djvu/29

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΓΟΡΓΙΑΣ
[ἢ περὶ ῥητορικῆς, ἀντρεπτικός.]


ΚΑΛΛΙΚΛΗΣ  ΣΩΚΡΑΤΗΣ  ΧΑΙΡΕΦΩΝ  ΓΟΡΓΙΑΣ  ΠΩΛΟΣ


ΚΑΛΛΙΚΛΗΣ. Πολέμου καὶ μάχης φασὶ χρῆσσαι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.

ΣΩΚΡΑΤΗΣ. Ἀλλ’ ἧ τὸ λεγόμενον κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν ;

ΚΑΛ. Καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.

ΣΩ. Τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιονς Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.

ΧΑΙΡΕΦΩΝ. Οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. Φίλος γὰρ μοι Γοργίας, ὥστ’ ἐπιδείξεται ἡμῖν εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰσαῦθις.

ΚΑΛ. Τί δὲ, ὦ Χαιρεφῶν ; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου ;

ΧΑΙ. Ἑπ’ αὐτό γέ τοι τοῦτο πάρεσμεν.

ΚΑΛ. Οὐκοῦν ὅταν βούλησθε παρ’ ἐμὲ ἥκειν οἴκαδε· παρ’ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.

ΣΩ. Εὖ λέγεις, ὦ Καλλίκλεις. Ἀλλ’ ἆρα ἐθελήσειεν

447 a 4 καὶ ὑστεροῦμεν del. Cobet ‖ b 8 καὶ del. Schanz.